Epistulae
Themistocles
Themistocles Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Ἀπερχόμενοι μὲν εἰς Δελφοὺς καταίρειν διεγνώκειμεν, ὡς ἐν Δελφοῖς, ἐφ’ ὅσον δοκεῖ Ἀθηναίοις, βιωσόμενοι· καθ’ ὁδὸν δὲ τῶν ἐξ Ἄργους μοι ξένων ἐντυγχάνουσι Νικίας καὶ Μελέαγρος, ὅ τε οὐ πρὸ πολλοῦ Ἀθήνησι διατρίψας Εὐκράτης. καὶ περιστάντες ὡς ᾔσθοντο πυνθανόμενοι τοῦ ἐξοστρακισμοῦ, ἠχθέσθησαν μὲν εὐθὺς καὶ πολλὰ Ἀθηναίοις ἐνεκάλουν· ἐπεὶ δὲ ἔγνωσαν ὅτι εἰς Δελφοὺς ὥρμημαι καταίρειν, παυσάμενοι τοῖς Ἀθηναίοις ἐγκαλεῖν ἐμὲ ἐκάκιζον, καὶ ἠτιμάσθαι μὲν ἑαυτοὺς ἔφασκον εἰ μὴ ἐπιτήδειοι ὑπελήφθησαν αὐτοὶ τὸ ἀτύχημα ἡμῶν ἐκδέξασθαι (ἐμαρτύροντο δὲ Νεοκλέα τὸν ἡμέτερον πατέρα ὡς ἐπὶ πλεῖστον βιώσειεν ἐν Ἄργει, ἐγὼ δὲ ἀμελοίην αὐτοῦ ἀγαπήσαντος Ἄργος τε καὶ τοὺς ἐν Ἄργει φίλους), οὐ μακρὰν δὲ ἦσαν καὶ ἐπαινεῖν Ἀθηναίους ὡς δίκαια τινόντων ἡμῶν. τελευτῶντες δὲ ἐδέοντο μὴ σφᾶς κατακρίνεσθαι τῆς ἐντυχίας μόνον τῆς ἡμετέρας αἰτίους γεγονέναι, μηδὲ ὑβρίσαι αὐτῶν τὸ εὐτύχημα τῆς ἀπαντήσεως, Νεοκλέα τε πάλιν προφέροντες καὶ ὡς ἄξιον εἴη πόλει τε τῇ αὐτῇ τῷ πατρὶ καὶ οἴκῳ ἐμβιῶναι. ὥστε ἀπῆγον ἡμᾶς ἔχοντες εἰς Ἄργος, Αἰσχύλε. καὶ νῦν ἐν Ἄργει τὴν φυγὴν ἀνεπαύσαμεν, καὶ πολλὰ πάσχομεν οὐδὲ ἄρχειν βουλόμενοι Ἀργείων · ἀγανακτοῦσι γὰρ ὡς ἀδικούμενοι, ἢν μὴ ἄρχωμεν. ἡμῖν δὲ ἀρέσκει μηδὲ μεγάλοις εἶναι δοκεῖν, οὐ μόνον ὅτι ἔβλαψεν ἡμᾶς ταῦτα, ἀλλὰ καὶ ὅτι ἀρκεῖ αὐτῶν ἐν δέοντι ἀπολελαυκέναι.
Ἐξωστρακίσμεθα, ὦ Παυσανία, ὑπ’ Ἀθηναίων, καὶ νῦν ἐν Ἄργει ἐσμέν, ὡς μή τι κακὸν ὑφ’ ἡμῶν Ἀθηναῖοι πάθοιεν· ἐδόξαζον γὰρ ὅτι πείσονται. καὶ οὐδέν τι μέλλων ἐγώ (ὥσπερ οὐδὲ ἐξῆν ἔτι μέλλειν ) μετέστην ἐξ Ἀθηνῶν καὶ ἀπέλυσα αὐτοὺς τοῦ φόβου. Ἀργεῖοι δὲ πλέον ἢ κατὰ φυγάδας προσάγονται ἡμῖν, καὶ ὧν Ἀθηναῖοι εὖ ἔπαθον, οὗτοι ἀμείβεσθαι θέλουσιν, ὥστε καὶ στρατηγίας ἀξιοῦσιν ἡμᾶς ἀναλαμβάνειν καὶ ἐπιστάτας ὅλου Ἄργους γενέσθαι, καὶ οὐ μικρὰ ἀδικοῦσιν οὐκ ἐῶντες ἡμᾶς εἶναι φυγάδας, ὡς ἠθέλησαν Ἀθηναῖοι. ἐγὼ δὲ καὶ ἀτιμάζειν αὐτῶν τὴν προθυμίαν αἰδοῦμαι καὶ ἔτι μᾶλλον λαβεῖν ἃ διδόασιν οὐχ ὑπομένω· ἦ γὰρ ἂν τὰ τοιαῦτα ἐγὼ διώκων εἰκότως ἂν
ἐξωστρακίσθα δοκοίην. καταγνώσεώς τε ἐγγὺς εἶναι μετασταθέντα με ὑπὸ Ἀθηναίων ὡς ἄρχειν ὀρεγόμενον ἐξ Ἄργους φεύγειν ὅτι ἄρχειν ἀναγκάζομαι. ἀλλ’ ἐμοὶ μέν, ὦ Παυσανία, κουφότατον, εἰ κρείσσω παραιτήσεως τὴν σπουδὴν ποιοῖντο, μεταβάντι εἰς ἄλλην πόλιν διάγειν, ὡς ὅπῃ ἂν φύγω, πάντῃ μοι φυλάσσεται ἴσον τὸ μὴ ἐν Ἀθήναις εἶναι. σοὶ δὲ οὐκ οἶδα ἐπὶ μέγα προχωροῦντι εἰ μὴ νῦν μάλιστα συνάχθεσθαι δεῖ καὶ δεδιέναι περὶ σοῦ· τοῦ τε γὰρ Ἑλλησπόντου σε ἅπαντος ἄχρι Βοσπόρου σχεδὸν ἄρχειν ἀκούω, πειρᾶσθαί τέ σε καὶ τοῦ Ἰωνικοῦ καὶ ἤδη καὶ παρὰ βασιλεῖ τὸ σὸν ἀκούεσθαι ὄνομα, ὥστε οἱ τὰ βέλτιστα εὐχόμενοι περὶ σοῦ πολύ σε βουλοίμεθα ἂν τῶν νῦν ἐλάσσονα εἶναι. καὶ σὺ δέ, ὦ Παυσανία, ἄνες τῆς εὐτυχίας, καὶ μὴ ἀγνόει ὅτι ἀτεχνῶς τοῖς ἀνθρώποις τὰ ἀτυχήματα τρέφουσιν αἱ εὐπραγίαι, καὶ ὅτι τοῦτο ἐν πᾶσι μὲν ἀεὶ νενίκηκε ταύτῃ ἔχειν, μάλιστα δ’ ἐν τοῖς ἐπὶ νόμοις τε καὶ δήμοις κειμένοις· δοῦλοι γὰρ τοῦ πλήθους ὄντες, ὦ Παυσανία, ἀρχὴν λαμβάνομεν, ἄρχοντες δὲ τοῖς δοῦσιν ἐπίφθονοι γινόμεθα. ἔπειτα οὐκ ἐπὶ τὴν αὐτὴν ἡμᾶς ἀπολύουσι χώραν, ἐν ᾗ καὶ πρὶν ἄρχειν ἦμεν, ἀλλὰ δοκιμάζοντες ἄρα τὴν ἑαυτῶν ἐξουσίαν καὶ συλλαμβανόμενοι τῷ σάλῳ τῆς τύχης εἰς φυγὰς καὶ θανάτους καταλύουσι τοὺς ἄρχοντας. δεῖ ἄρα ἐν πόλει τοὺς εὖ πράσσειν θέλοντας τούτου αὐτοῦ φείδεσθαι μάλιστα. σκόπει οὖν, ὦ Παυσανία, ὅπως ἥκιστα ἐκ τῶν παρόντων μεγάλη σε δέξεται μεταβολή· ἡμεῖς μὲν γὰρ ὧδε ἔχοντες οὐκέτι τὴν εὐτυχίαν διώξομεν.Φεύγομεν, ὥσπερ ἐγκελεύῃ, κατὰ τάχος, ὦ Πολύγνωτε, καὶ ἐξελθόντες ἐξ Ἄργους ἐν θαλάσσῃ ἐσμέν, ὅ τε πλοῦς ἐπὶ Κέρκυραν ἡμῖν τέταται, καὶ νεαλῆ ἔχοντες τὰ πλοῖα ἀπερχόμεθα. τὸν μὲν οὖν ἄγγελον τῆς σπουδῆς καὶ σὺ ἐπαινέσεις· ἀφεθεὶς γὰρ ᾗ τὴν ἐκκλησίαν ἔλυσαν Ἀθηναῖοι, οὐ πόρρω τῆς ἑσπέρας ὥς φασιν οὔσης, τῇ μετὰ τὴν νύκτα ἐκείνην ἡμέρᾳ ἦν ἐν Ἄργει, μηδὲ μεσημβρίας ἤδη ἐφισταμένης. δέος δέ ἐστι μὴ ἀνωφελῆ ἡμῶν τὴν σπουδὴν ἐπιμένων ὁ χειμὼν ποιήσῃ ἢ καὶ βραδύτεροι τῶν ἀγγέλων οἱ φεύγοντες γενώμεθα. ἢν δὲ καὶ Λακεδαιμόνιοι τῆς φυγῆς αἴσθωνται, διώξει χρώμενοι αὐτίκα αὐτοῖς ἀγαθὸς ἔσται ὁ Παυσανίας, ταὐτὰ καὶ ἡμᾶς ἐργασάμενοι. σοὶ μὲν οὖν, ὦ Πολύγνωτε, σωζόμεθα καὶ οὐδὲν ἡμᾶς οὔτε χειμὼν οὔτε Λακεδαιμόνιοι σοί γε χάριν εἰδέναι κωλύουσιν, ἀλλὰ σὲ ἀγάμεθα καὶ τοῦ ἀγγεῖλαι σπουδῇ τοσαύτῃ τὰ ἐκ Λακεδαιμονίων πραχθέντα καὶ τὴν Ἀριστείδου σπουδήν, ἣν μόνος περὶ ἡμῶν καίπερ ἐχθρὸς ὢν ἐπεδείξατο, καὶ τοῦ διαγορεῦσαι μὴ φεύγοντας ἡμᾶς ὑπ’ ἐχθροῦ καταληφθήσεσθαι καὶ διεγνωσμένου ἤδη θανάτου. θεὸς δ’ ἂν εἴη τὸ ἐκ τοῦδε αἴτιος, εἴ σοι ἄρα τούτων καὶ τὰς ἀμοιβάς, ὦ Πολύγνωτε, ἀποτίσομεν.
Οὐ τὸ παθεῖν Ἀθήνησιν ἀδίκως καὶ ἀναξίως, ὦ Ἁβρώνιχε, καινὸν εἶναί μοι φαίνεται (ἐπεὶ αὐτὸ μὲν τοῦτ’ ἐστὶ τὸ μὴ παθεῖν τι καινότερον), ἀλλ’ ὅτι τέως μὲν ὀλιγοχρόνιός τις ἦν ὁ φθόνος καὶ ταχὺν ἴσχων τὸν μετάμελον ἐν τῇ πόλει ἡμῶν, μᾶλλον δὲ ἐν τῇ ὑμετέρᾳ πόλει (ἐμοὶ μὲν γὰρ ὡς περὶ ἀλλοτρίας ἤδη οἱ λόγοι), τὰ νῦν δέ (ὁρᾷς γὰρ ὅσον ἐφ’ ἡμῶν τούτων ἐπιδίδωσι τοὐπιχώριον πάθος), ἐξωστρακισμένων ἡμῶν κατεψηφίσαντο, τὸ καινόν γε τοῦτο ποιοῦντες, ἐκ τῆς φυγῆς φυγαδεύοντες. μὰ Δί’ ἀλλ’ οὐδὲ φεύγειν ἐῶσιν, εὖ οἶδ’ ὅτι φήσεις. καὶ γὰρ ἔγωγε πέπυσμαι διότι ἡ φυγὴ μὲν ὀλίγον τι ἔδοξεν αὐτοῖς εἶναι τιμώρημα ἐπ’ ἄνδρα τοσαῦτα καὶ τηλικαῦτα κατειργασμένον αὐτῶν τοὺς πολεμίους, θανάτῳ μέντοι δεδόχθαι σφίσιν αὐτοῖς κολάζειν ἡμᾶς. αὐτοῦ γε τούτου ἕνεκα καὶ μαστῆρες Ἀθηναίων εἰς Ἄργος ἴασιν σκοποῦντες, ἕπονται δὲ αὐτοῖς καὶ Λακεδαιμόνιοι. ἐμὲ δ’ οὐκ Ἀθηναίοις ἐλύπουν, ὦ Ἁβρώνιχε, ἑπόμενοι Λακεδαιμόνιοι, Ἀθηναῖοι δέ με ἀνιῶσι Σπαρτιάταις ἑπόμενοι. καίτοι οὐκ Ἀθηναίοις διαβάλλουσι πιστεύοντες οἱ τῶν Λακεδαιμονίων ἔφοροι Παυσανίαν ἐκόλαζον, ἀλλ’ οὐδὲ τοῖς φίλοις τοῖς Παυσανίου καὶ συνειδόσιν ἐκείνῳ τοὔργον ἅπαν, μόλις δ’ αὐτῷ τῷ Παυσανίᾳ ὁμολογοῦντι. οἱ δ’ ὑμέτεροι οὐδενὶ τῶν ἀλλοτρίων, οὐδ’ εἰ πολέμιος εἴη, ἐπὶ τοῖς ἰδίοις ἀπιστοῦσιν. τὸ δ’ αἴτιον οἶμαι τούτου, διότι ἥδιον οὗτοι τοῖς φίλοις φθονοῦσιν ἤπερ ἄλλοι τοὺς ἐχθροὺς μισοῦσιν. ἀλλ’ οὐκ Ἀθηναίους γὰρ ἐλέγχειν ἐπιχειρῶν ἔγωγε λανθάνοντας τουτὶ γράφω (εἰ γὰρ, ὦ θεοὶ φίλοι, ἐλάνθανον μόνον· νῦν δὲ τοῖς ἐπαινοῦσιν αὐτοὺς μᾶλλον ἄπορος ἡ συνηγορία ἢ τοῖς ψέγουσιν ἀναγκαῖος ὁ ἔλεγχος), ἀλλὰ προσοδύρασθαί τί μοι ἔδοξεν ἀνδρὶ ἑταίρῳ ἐμαυτοῦ καὶ φίλῳ, ἔτι δὲ καὶ ὑπομνῆσαι τῶν οἰκείων, περὶ ὧν εὐλαβεῖσθαι ἔοικε μᾶλλον, ὅτι Λακεδαιμονίους ὁρῶμεν Ἀθηναίων ἄρχοντας καὶ ψηφιζομένους Ἀθήνησι κατὰ τῶν ἰδίων ἐχθρῶν ψηφίσματα. ἡ δὲ τῆς ὀργῆς αὐτῶν αἰτία οἶσθα, ὦ τᾶν, ὅτι ὁμοία μὲν ἐφ’ ὑμᾶς ὁμοία δὲ ἐπ’ ἐμέ, ἐπείπερ ἄμφω τὸ στρατήγημα τῆς περιτειχίσεως τοῦ ἄστεος παρ’ αὐτοὺς ἐπρεσβεύσαμεν. τῷ μὲν γὰρ συμπρεσβευτῇ ἡμῶν ἅτε ἀνδρὶ δικαίῳ καὶ δεόντως τοῦτο τοὔνομα εἰς τοὺς Ἕλληνας φερομένῳ ἁρπαγὴν ἔοικε διάλυσις εἶναι πρὸς Λακεδαιμονίους ἡ σὺν αὐτοῖς ἐφ’ ἡμᾶς ὁμοφροσύνη. ἀλλ’ ἐκεῖνος μὲν ἐρρώσθω ἐπίκοτος ὢν ἀεὶ καὶ δυσμενὴς καὶ φθονερὸς καί, ὥσπερ ποτὲ ἔφη Κάλλαισχρος ἐπ’ αὐτοῦ, μᾶλλον τῷ τρόπῳ Ἀλωπεκῆθεν ἢ τῷ δήμῳ· σὺ δ’ οὖν, Ἁβρώνιχε, τὰ παρόντα εὖ τίθεσο καὶ περὶ τῶν μελλόντων ἐκ τοῦ μηκίστου εὐλαβοῦ, καὶ δέδιθι Ἀθηναίοις πολλοῦ ἄξιος εἶναι. εἰ δὲ καὶ πεφύκοις, ὥσπερ πέφυκας, ἀλλ’ ἀποκρύπτου τὰ πλείω καὶ ἀγάπα λανθάνων. ταυτὶ μέν, ὦ βέλτιστε, περὶ σοῦ πρὸς σέ, τῶν δὲ ἐμῶν
τὰ μὲν ἐνθάδε ἐμοὶ μελήσει δῆλον ὅτι, καὶ διαφευξόμεθα τούς τε οἴκοθεν ἐπὶ τὴν θήραν ἡμῶν ὡρμημένους κυνηγέτας καὶ τοὺς Λακωνικοὺς κύνας, οὐδὲ ἐπιχωρήσομεν Ἀθηναίοις μὲν ἐναγέσι γενέσθαι τοῦ ἡμετέρου μύσους καὶ παλαμναῖον ἢ ἀλιτήριον προστρῖψαι τῇ πόλει οὐκ ἀκεστὸν οὐδὲ χαλκοῖς ἀνδριάσιν ἀποδιοπομπησόμενον, οἷα περὶ Παυσανίου Σπαρτιάταις ὁ θεὸς ἔχρησεν, ἀλλ’ ἐνεργῆ τινὰ καὶ ἄφυκτον καὶ τοῦ Κυλωνείου πέρα, τοῖς γε μὴν Λακεδαιμονίοις διπλῇ, μᾶλλον δὲ τριπλῇ ἡσθῆναι ἡμᾶς μὲν ἀποτισαμένοις ἀνθ’ ὧν ὑπὲρ τῆς πρεσβείας τῆς μετὰ σοῦ δι’ ἔχθους ἡμῖν ἐγένοντο, ἀπάτην εἶναι λέγοντες ἡμετέραν τὴν κωλύμην αὐτῶν τῆς ἀδικίας, ἀλάστορα δὲ ἀκέραιον καὶ ποίνιμον εἰς τὰς κεφαλὰς τῶν Ἀθηναίων ἐξομορξαμένοις ἀνοσίως ἐμοῦ μιαιφονηθέντος ὑπ’ αὐτῶν, τὴν δὲ εἰς τοὺς Ἕλληνας αἰσχύνην, ἐπεὶ προυδίδω σφᾶς ὁ βασιλεὺς τῆς Λακεδαίμονος, ἐπικουφιεῖν οἰομένοις, εἰ καὶ πρὸς Ἀθηναίων ὁ στρατηγὸς αὐτῶν ἐγὼ προδότου δίκην ὁμοίως φαινοίμην κεκολασμένος. τούτων μὲν οὖν ἵνα μηδὲν γένηται ἐγὼ προμηθήσομαι, ὥσπερ ἔφην, κατὰ τὸ δυνατόν, καὶ τὰ δεινὰ ὡς ἐν ἀνθρωπίνῳ λογισμῷ ἐξευλαβησόμεθα, καὶ τὸ λοιπόν, ἐπειδὰν τελείως ἅπαντα ἐν ἀσφαλεῖ γένηται, πεύσῃ περὶ πάντων καὶ καθ’ ἕκαστα ἐπιστελοῦμέν σοι· τὰ δὲ αὐτόθι ἀντιβολοῦμέν σε καὶ ἱκετεύομεν, ὦ κράτιστε ἑταίρων, καὶ συλλαμβάνειν, ὡς ἂν οἷός τε ᾖς, καὶ βοηθεῖν ἡμῖν ἄντικρυς, τὰ μὲν χρήματα μὴ φυλάττοντα ἐμοὶ μηδὲ τοῖς ἐμοῖς παισίν, ἀλλὰ καιρίως ταῦτα καὶ δεξιῶς ὑπὲρ τῶν παίδων καὶ τῆς μητρὸς αὐτῶν ἀναλοῦντα, αὐτὸ δὲ τοῦτο σκοπούμενον ὁσημέραι, ὅπως τὸν Κλεόφαντον ἡμῖν καὶ τὰς ἀδελφὰς αὐτοῦ καὶ τὴν μητέρα περισώσεις· ὕπεισι δέ σοι ἡ πρὸς αὐτοὺς εὔνοια δι’ ἡμᾶς ἴσως, ᾗ σὺ θαρρεῖς, καὶ διὰ Λυσικλέα δὲ τὸν υἱόν σου σοί τε αὐτῷ στερκτέα καὶ ἐκείνῳ οὐκ ἀμελητέα, εἰ μὲν ἀξιωθησόμεθα κηδεσταὶ ὑμῶν γενέσθαι, ὅτι σοὶ μὲν υἱός ἐστιν, ἐκείνῳ δὲ γυνή, εἰ δὲ μή, ὅτι ἐμέλλησέ τε καὶ ἠλπίσθη ποτέ. καὶ οἶμαι μὲν οὔτε τοὺς Ἀθηναίους αὐτούς, εἰ καὶ πάνυ ἐπιδοίη καὶ μέγας γένοιτο ὁ τῶν μισούντων ἡμᾶς φθόνος, εἰς γύναιον ἢ εἰς παιδάρια παροινεῖν ἐπιχειρήσειν, οὔθ’ ἑτέροις ἐπιτρέψειν· εἰ δ’ αὖ λεπτὴ τις ἐλπὶς μόνον, μᾶλλον δ’ ἀμυδρὰ εἴη ὑποψία χεῖρον αὐτοῖς ἔσεσθαι μένουσι, καὶ δὴ γενέσθω αὐτίκα δὴ βοήθεια τὸ δέος. τὸ δὲ ὅπη πεμπτέον αὐτοὺς καὶ ὅπως τὴν ἀπάλλαξιν στελουμένους, τὸν παιδαγωγὸν οἶσθα τοῦ Κλεοφάντου, ὃς κἀμέ ποτε ἐθεράπευε· Σίκιννος αὐτῷ τοὔνομα. ἐκείνῳ μόνον τὸ χρῆναι μὴ μένειν ὑπόθου, τὰ δὲ ἄλλα ἐπίσταται καὶ δράσει αὐτός. ἀλλὰ γὰρ οὐχ οὕτως ἤδη μισητέον Ἀθηναίους ἡμῖν, ὥστε καὶ τοιαῦτά τινα περὶ αὐτῶν ὑπολαμβάνειν οἷα οὐδὲ ἐγένετο πώποθ’ ὑπ’ αὐτῶν, οἶμαι δὲ ὅτι οὔτε ἔστιν οὔτε ἂν γένοιτο οὐδὲν γὰρ περιττὸν πάλιν ἐν τοῖς οὕτως ἀναγκαίοις. δεδήλωκά σοι τὸ χρεὼν ὑπὸ σοῦ πραχθῆναι, καὶ σὺ ποιήσεις δῆλον ὅτι ὥσπερ ἐγὼ ἐπισκήπτω. ταῦτα μὲν νῦν ἐπείγουσιν ἡμῖν ἐδόκει γράφειν παρὰ σέ, μετὰ ταῦτα δέ, ὅταν τὰ μετὰ ταῦτα γένηται, γράψομεν.Τὰ ἐν Ἀδμήτου οὕτως ἡμῖν ἐπράττετο, ὅπως σὺ ἐδόξασας. ὅτε μὲν οὖν ἥκομεν εἰς αὐτοῦ, οὐκ ἔνδημος ἦν, ἀλλ’ ἀπεδήμει εἰς Χάονας· ἐπιτυχόντες δὲ Κρατησιπόλιδι καὶ Στρατολάῳ τοῖς σοῖς ἀπεδίδομεν ἐκείνῃ τὰ γράμματα. καὶ ὃ μὲν ἧκε δι’ οὐ πολλῶν ἀλλ’ ὀκτὼ ἢ ἐννέα ἴσως ἡμερῶν, ἡμεῖς δὲ ἐφέστιοι ἐκαθεζόμεθα (οὕτω γὰρ ἐκέλευεν ἡ Κρατησίπολις), Ἀρύββας δὲ ὁ μικρὸς ὑποχείριος ἦν ἐμοὶ καὶ ξίφος ἐν θατέρᾳ. ἰδὼν οὖν ἐμὲ καὶ τὸ παιδίον ὁ Ἄδμητος ἐμὲ μὲν ἐγνώρισεν, καὶ εὖ οἶδ’ ὅτι ἐμίσησε, τὸ δὲ παιδίον ᾤκτειρε, τὸ δὲ ἐγχειρίδιον ἔδεισεν. ἀναστήσας τέ με οἴκοι μὲν ἀπηρνεῖτο οἷός τε εἶναι περισώζεσθαι, Ἀθηναίους ὀρρωδῶν καὶ μᾶλλον ἔτι Λακεδαιμονίους, πέμψειν δ’ ὅπῃ σώσομαι ὑπέσχετο καὶ πέπομφεν· Ἀλεξάνδρου γὰρ τοῦ Μακεδόνος ἐπέβην ὁλκάδι. εἰς Πύδναν τὰ νῦν ὥρμητο ἡ ναῦς, ἐκεῖθεν δὲ ἐπίδοξος ἦν εἰς τὴν Ἀσίαν καταίρειν. ταῦτά σοι τὰ περὶ τῆς παρ’ Ἄδμητον ἦν ἀφίξεως. καὶ ἵνα γράφῃς Ἄργοθεν, οὐκ αὐτῷ δὲ Ἀδμήτῳ (ἐκεῖνος μὲν γὰρ οὐδὲ πάνυ τι ἐῴκει βουλομένῳ με σῶν ἀφεῖναι), ἀλλὰ τῇ Κρατησιπόλιδι παρά τε τῆς ἀδελφῆς καὶ παρὰ σοῦ μέντοι· οὐδὲ γὰρ σοῦ μεῖον ἢ ἐκείνης ἐδόκει μοι προμηθὴς εἶναι.
Ἀνιῶμαι μέν, ὦ Φιλοστέφανε, τῆς σῆς ἀχαριστίας καὶ καθόλου ἀδικίας εἰς ἐμαυτόν, ἄχθομαί γε μὴν οὐκ ἐπὶ μεῖον ἀλλὰ τῷ παντὶ πλέον τῆς ἐμαυτοῦ νωθείας καὶ ὅτι κινδυνεύω βλάξ τις βεβιωκέναι πάντα τοῦτον τὸν βίον, οὐδ’ ὑπὲρ ἑνὸς ἀνδρὸς ἐν τῇ τριόδῳ καθεζομένου τῆς Ἑλλάδος γυμνοῦ τὰ ἤθη διὰ τὴν τῆς ἐργασίας περιφάνειαν ἀληθές τι ἢ προσῆκον ἐρρωμένως εἰκάσαι καὶ ὑπολαβεῖν. καίτοι ἡγοῦμαι μέν σε καὶ δι’ ἐμαυτὸν εὐδαιμονέστερον καὶ λαμπρότερον γεγονέναι οὐ μόνον τῶν ἐν Κορίνθῳ ἀλλὰ καὶ τῶν ἄλλοθί που τῇ τοῦ τραπεζιτεύειν ἐργασίᾳ χρωμένων. ἦσθα δὲ καὶ πρὶν ἐμέ σοι συμβαλεῖν εἰ καὶ μὴ πλούσιος οὕτως, ἀλλὰ πιστὸς εὖ μάλα καὶ πιστότερός γε ἢ νῦν εἶναι κινδυνεύεις, ὅτε περ καὶ δι’ ἡμᾶς γέγονας πλούσιος. ὥστε οὐδὲ μεγάλη ἁμαρτία, εὐεξετάστῳ καὶ εὐθεωρήτῳ τὸν τρόπον ἀνδρὶ πιστεῦσαι, ἐμὴ δὲ ἴσως τὸν δυστυχῆ αὐτὸν μηδὲ ἀπὸ ὑφ’ ὧν οὐδὲν ἀγαθὸν πέπονθεν, πιστὸν εἰς τὰ πρὸς ἐμὲ μόνον ὑφ’ οὗ τὰ τηλικαῦτα ὤνηται, ἄδικον γεγονέναι. πόθεν δέ μοι ταῦτα τισιννέον; ἥκων εἰς Ἔφεσον Ἀθήνηθεν ὁ Τίβιος ἔφραζέ μοι πεμφθῆναι ὑπὸ τῶν ἀμφὶ Μείδωνα, δεῆσαν αὐτοῖς ἐκ τῶν ἐμῶν ὑπαργμάτων ἑβδομήκοντα μνῶν ἀργυρίου, ταῦτα ἀποληψόμενος παρὰ σοῦ, βραχυτάτην μοῖραν ἐκ τετταράκοντα ὅλων ταλάντων· τοσαῦτα γὰρ ὁ τελευταῖος λογισμός,
ὃν ἐλογισάμεθα μετ’ ἀλλήλων ἐν Ἰσθμίοις, ἀπέφαινεν ἔτι παρὰ σοὶ περιεῖναι τῶν ἐμῶν. ἀναγνόντα τέ σε τὰς ἐπιστολὰς πυθόμενόν τε τὴν χρείαν ἔπειτα ἀποφήνασθαι τῇ μὲν ἤπια καὶ ἐπιεικῆ, τῇ δ’ αὖ ἀγνώμονά τε καὶ μοχθηρά, ἐῶ γὰρ εἰπεῖν ἀνόσια. τὸ μὲν γὰρ φάναι φιλότητός τε τῆς πρὸς ἡμᾶς ἕνεκα καὶ χρειῶν ὅσας ἐτυγχάνομεν ἀλλήλοις κεχρημένοι προῖκα βούλεσθαι προέσθαι τἀργύριον ἐκεῖνο ἢ δάνεισμα δανείζοντα χρήστην ὑπάρχειν εἰς ἐμέ, τοῦτο μὲν ἀστεῖόν τε ἐποίεις καὶ τῆς εὐνοίας τῆς πρὸς ἡμᾶς ἄξιον· ὁπότε μέντοι, ὥς φησιν ὁ Τίβιος, ἔξαρνος ἦσθα καὶ διετείνου πικρῶς μηδ’ ὁτιοῦν ὀφείλειν ἐμοί, τοῦτο δὲ πολὺ μεῖζον ἔπραττες κακὸν ἢ θάτερον ἀγαθόν. ἡ μὲν γὰρ χρηστότης σου ἑβδομήκοντα μνῶν ἐστὶν ἀξία, ἡ δὲ πονηρία τεσσαράκοντα ταλάντων. εἰ μὲν οὖν (γένοιτο γὰρ ἄν, κἀγὼ καὶ νῦν ἔτι, καίπερ οὕτως ὑπὸ τοῦ παρ’ ἐλπίδας ἰλιγγιῶν, ὅμως οὔπω ταχέως οὕτως ἀφίσταμαι χρηστόν τι καὶ δίκαιον περὶ σοῦ ὑπολαμβάνειν) περὶ τοῦ πιστοῦ ἄπιστος ἦσθα καὶ περὶ τοῦ δικαίου ἄδικος, οὐκ εἰς τὸ σαυτοῦ κέρδος θρασυνόμενος καὶ ἀναισχυντῶν, δὲ τοὐμὸν ὡς ἐδόκεις ὄφελος ἐξαρνούμενος, αὐτός τε ἂν εἴης οὐ κακός, κἀμὲ ἀποφήνειας οὐ μωρόν, ὅτι οὕτως ὑπὲρ σοῦ διετέθην· εἰ δ’ ἀληθῶς οἰόμεθα καὶ τοὐπὶ σοὶ εἶναι καὶ πανταχῆ πάντα ἀθηναίων γέμει, οὔτε τοὺς θεοὺς ἀσεβῶν λήσεις, ὦ Φιλοστέφανε, οὔτε ἐμὲ ἀδικῶν καταπροΐξῃ (οὐδ’ εἰ κἀμοῦ καταφρονήσεις καὶ τῶν θεῶν ἀμελήσεις), ἀλλὰ τελευτῶν Ἀθηναίους γε οὐκ ἐκφεύξῃ. ἐπεὶ κἀγὼ τῷ παντὶ μᾶλλον ἄσμενος ὑπὸ τῆς πατρίδος ἂν τῆς ἐμαυτοῦ καὶ ταῦτα ἀφαιρεθείην, ὥσπερ καὶ τὰ ἄλλα πάντα, ἢ ὑπὸ Φιλοστεφάνου τοῦ Κορινθίου χρυσαμοιβοῦ. τοιγάρτοι ἤδη μοι γράφε καὶ ἀντεπίστελλε ὅστις εἶ πρὸς ἐμὲ καὶ ὅπη σοι διέγνωσται τὰ ἄλλα πρὸς σέ, ἵνα, εἰ μὲν εἶ ἐκεῖνος ὁ εὔσημος φίλος καὶ διαμένεις ὃς ἦσθα, ὅπως μοι σωθήσεται εἰς ἐπανόρθωσιν τῆς ἐμῆς δυστυχίας τἀμὰ χρήματα βουλεύωμαι, εἰ δὲ μή, ὅπως μὴ παρὰ τὴν ὴν γνώμην ἀπολεῖται.Ἧκέ μοι τὰς ἐπιστολὰς παρὰ σοῦ κομίζων εἰς Ἔφεσον, ὡς μὲν Ἀθηναῖοι λογίζονται βοηδρομιῶνος ἕνῃ καὶ νέᾳ, ὡς δὲ ὑμεῖς, πανήμου δεκάτῃ (ἡ δὲ ἡμέρα ἡ αὐτή) Μένυλλος ὁ Χαλκιδεὺς κυβερνήτης, ὁ καὶ τὴν παρὰ Γέλωνός ποτε τοῦ Συρακοσίου τὴν μεγάλην ἐκείνην ὁλκάδα τοῦ σίτου καταγαγὼν εἰς Πειραιᾶ. καὶ αὐτὸς μὲν ἀπὸ γλώσσης ᾐνίξατο πρός με εἰδότα οὐκ εἰδὼς ἅττα ᾐνίττετο, ἐγὼ δὲ ἐγνώριζον τοὺς πρός με σοὶ ξυντεθέντας συμβόλους. καὶ μέντοιγε καὶ τὸ ἔγγραφον ἀπεδίδου, ἔνθα δυσφοροῦντι μὲν καὶ μεγάλως ἀσχάλλοντι ἐῴκεις, οὐκ ἀξιῶν ὅλως μὲν οὐδ’ εἰς ἄλλον ἀνθρώπων οὐδένα πρὸς ἡμῶν ὑποτιμηθῆναι ἄπιστος ἂν καὶ ἀπεχθὴς γενέσθαι, τῷ παντὶ μέντοι μᾶλλον ἢ εἰς ἐμέ. ἔπειτα δὲ καὶ περὶ τῶν ἐμῶν χρημάτων ὑπηγόρευες,
ἔχειν τε οὐκ ἐξαρνούμενος καὶ ὁπηνίκα ἂν καὶ οἷστισιν ἂν προστάττοιμεν ἀποδώσειν ὑπισχνούμενος, τά τε περὶ τοῦ Μείδωνος καὶ τοῦ Παμφίλου διεδήλους ὅτι ἠγνόουν ἃ χρή, περί τε Τιβίου ὅτι ἠγνωμόνει οὑπίτριπτος. ἐγὼ δὲ αἰδοῦμαι μέν, ὦ Φιλοστέφανε, ὁμολογεῖν ὅτι τοιαῦτα σοῦ φρονοῦντος μὴ τοῖς τετταράκοντα μᾶλλον ταλάντοις ἢ τῷ μὴ διεσφάλθαι τῶν ὑπὲρ σοῦ ἐλπίδων ἡδόμεθα· εὖ μέντοι οὔπω ἴσθι τὰ τετταράκοντα ταῦτα τάλαντα ἀποδώσειν ἡμῖν ἔμελλες. οὐδὲ γὰρ εἰλήφεις πω αὐτά, καὶ τοῦ λαβεῖν οὐ ταῦτα μόνον ἀλλὰ καὶ πρὸς τούτοις ἄλλα τριάκοντα ἄξιος ἡμῖν ἐδόκεις εἶναι· ἑβδομήκοντα γὰρ τὰ πλεῖστα τῶν ἡμετέρων παρὰ σοὶ ἐγένετο. οἱ δὲ πολὺ πλειόνων ἢ τούτων σε προτιμῶντες οὐκ ἄν πως δεόντως, εἰ τούτων σε τῶν ἐλαττόνων φαίημεν προτιμᾶν, ἀπιστοίμεθα. ἀλλὰ μὴν καὶ περὶ μὲν τοῦ διαγανακτεῖν ἐμαυτὸν ἑτοιμότερον καὶ προχειρότερον, ἀπιστῆσαι δὲ ὡς ὑπὲρ ἀνδρὸς φίλου καὶ μὴ ταχέως οὕτως ἐπιδραμεῖν σου τῇ διαβολῇ, ἐκεῖνο λέξας τἀληθέστατον ἂν εἴποιμι, ὦ Φιλοστέφανε, διότι θορυβεῖσθαι μὲν ἡμᾶς ἐποίησε τοῖς ὑπὲρ σοῦ ὁ μαστιγίας Τίβιος, πιστεῦσαι δὲ ἐκείνῳ ἡμὴ τύχη. καὶ ὑπὲρ μὲν τούτων τοσαῦτα· τὸ δὲ ἀργύριον νῦν μὲν ἔστω σοι παρὰ σοί, ἐπειδὰν δὲ ὑπὲρ τῶν καθόλου διαφερόντων εἰς ἐμαυτὸν διαγνῶ καὶ βουλεύσωμαι βεβαιότερον, ἐπιστελῶ σοι τηνικαῦτα.Ἦπου Λεωβώτης ὁ Ἀγρυλεύς, ὦ Λέαγρε, καὶ Λύσανδρος ὁ Σκαμβωνίδης καὶ Προνάπης ὁ Πρασιεὺς νῦν μὲν ἀσπάζονται τὸν Ἀθηναίων δῆμον, ὃς οὔποτε ἄλλοτε οὕτως μὲν αὐτοὺς πιστοὺς ὑπέλαβεν εἶναι, οὕτω δὲ δικαίους καὶ εὐόρκους, ὥστε περὶ τοσούτου ἀδικήματος ἐπεχώρησεν ἐξομόσασθαι σφίσι, τῆς ξυμπάντων τῶν Ἑλλήνων προδοσίας· νῦν δ’ ἐφ’ αὑτοῖς φρονοῦσι πάμμεγα δή τι ἄρα καὶ ἡλίκον οὐκ ἂν ἄλλοι φρονοῖεν, οὐκ ἀπαλλαγέντες μόνον τῆς ὑποψίας καὶ τῆς βλασφημίας τῆς εἰς αὐτοὺς γενομένης καὶ λεχθείσης, ἀλλὰ μετὰ τοῦ εὐσεβεῖς καὶ ὅσιοι πεπιστεῦσθαι ἀπαλλαγέντες. ἀλλ’ οὐ γὰρ ὁ Γλαύκωνος μὲν υἱὸς Λέαγρος ἐμὸς δὲ ἡλικιώτης καὶ συνέφηβος οὔτ’ οὖν Ἀθηναίους τούτου γε ἕνεκα ἀγασθήσεται (τὰ δὲ ἄλλα ἀσπαζέσθω καὶ ἀγαπάτω αὐτούς), οὔτε ἐπ’ αὐτῷ σεμνυνεῖται ἀλλ’ αἰσχυνεῖται. ὑμεῖς μὲν γάρ, ὦ Λέαγρε, τῇ μὲν ὑμετέρᾳ σωτηρίᾳ μόνῃ, ἐμῇ δὲ δυστυχίᾳ χάριν ἐπιστάμενοι οὐχ ἁμαρτήσεσθε, ὅτι ὥσπερ μεγάλου καὶ πίονος θρέμματος καὶ ἀγρεύματος πεσόντος ἄδην ἔσχετε τοῖς Ἀθηναίοις τῆς ἐμῆς θοίνης. καί μοι τοῦτο γοῦν μόνον (ἀποθαρρήσω γὰρ εἰπεῖν) εὐτύχηται, τὰ ἄλλα πάντα οὕτως ἀρρήτως κακῶς πεπραγότι. ἀλλ’ ὑμᾶς γε τοὺς ἐμοὺς φίλους οὐ μετρίως ὤνησα ταῦτα παθὼν ἃ πέπονθα· ἐπιθαρρεῖν δὲ καὶ τὸ μεῖζον ἔτι ἀγάλλεσθαι ἐπὶ τῇ τοιαύτῃ σωτηρίᾳ τίς ἂν εὖ φρονῶν
ὑπομείνειε; πρότερον οὐχ ὅτι καὶ οὗτοι καταβεβοῆσθαι καταβόησιν εἰς τοὺς Ἕλληνας οὕτω μὲν ἀνήκεστον καὶ δεινήν, οὕτω δὲ ἄδικον καὶ ψευδῆ, ἀλλ’ ὅτι οἱ μὲν ἐπιορκοῦντες Ἀριστείδης ἦν καὶ Φαιδρίας καὶ Τισίνικος καὶ Ἀλκμεωνίδης, οἱ δὲ ὀμνύντες ὑμεῖς; καὶ οὐ κατέπεσεν, ὦ θεοὶ καὶ δαίμονες οἱ τῆς ἀληθείας τῆς ἐν ἀνθρώποις ἵστορες, τὸ πρὸς ὑμῶν ὀμνυόμενον ἕδος τῆς θεοῦ, μᾶλλον δὲ αὐτὸς ὁ νεὼς ἐπὶ τὰ τῶν ἀλιτηρίων ἐκείνων βρέγματα τῶν τότε ὑμᾶς ὁρκούντων; ἀλλὰ νῦν μὲν ὑμῖν πιστεύουσιν ὅτι ὀμωμόκατε, πρὶν δ’ ἄρα οὐκ ἐπίστευον; διὰ τί οὖν οὐχὶ κἀμὲ ὥρκωσαν, ἵνα κἀμοὶ πεισθῶσιν; εἰ δ’ ἐμὲ μὲν πονηρὸν ἡγοῦντο, ὑμᾶς δὲ χρηστούς, διὰ τί οὐ καὶ ὑμᾶς ᾐτιῶντο τηνικαῦτα τοὺς χρηστούς, ὅτεπερ κἀμὲ τὸν πονηρόν; δεῖ γὰρ ἤτοι τὸν τρόπον τὸν ἐπὶ τῷ ἀνθρώπῳ ἢ τὸν ὅρκον τὸν ἐπὶ τῷ θεῷ πιστὸν εἶναι καὶ πιστοὺς μὲν ὑμῶν εἰδότες τοὺς τρόπους οὐκ ἂν ἐπὶ τὸν ὅρκον ἦγον, πιστὸν δὲ εἰδότες τὸν ὅρκον οὐκ ἂν ἐφλυάρουν οὐδ’ ᾐτιῶντο τὸν τρόπον. ἀλλ’ οὐδέν ἐστι τούτων ὑγιὲς οὐδ’ οὕτως ἔχον, ὦ Λέαγρε, ὥσπερ ἐκεῖνοί φασιν, ἀλλὰ τὰς μὲν παρούσας παροχάς, καθάπερ ἔλεγον, ὁ φθόνος αὐτῶν πεποίηται πρὸς ὑμᾶς, ὅτι οὔπω μετὰ Θεμιστοκλέα ἄλλου δέονται, ἀλλ’ ὅτι ἐμοῦ πλήρεις εἰσίν. εἰ δ’, οἷον εἰκός, ἔρρει τὰ κατ’ ἐμὲ ἤδη, τηνικαῦτα δὴ ὀρρωδῶ μὲν ἐγὼ περὶ ὑμῶν, δεδιττέον δὲ ὑμῖν αὐτοῖς ὑπὲρ ὑμῶν αὐτῶν μὴ κενὸς ὑμῶν ὁ ὅρκος γένηται πεπιστεῦσθαι μὲν οἰόμενοι, πιστεύσασι δὲ ἐξαπατώμενοι, κἀγὼ μὲν ὁ μὴ πιστευόμενος ὀμνὺς ἔξω βεβηκὼς ἁρκύων καὶ ἁρκυωρῶν τύχω, ὑμεῖς δὲ οἱ μαρτυρόμενοι ὅτι εὐσεβεῖς ἐστὲ καὶ εὔορκοι ἐς τάδε, ἐνασεβηθῆτε καὶ ἐνεπιορκηθῆτε ὑπὸ τῶν μαρτύρων. δεδίττει ἡμᾶς, ὦ Θεμιστόκλεις, καὶ δειματοῖς ταῦτα λέγων, φήσει τις ἴσως. σιωπῶν γὰρ ὑμᾶς οὐ δεδίττομαι, ἀλλ’ εἰ μὲν λέγοιμι, ἀκούσεσθέ μου· εἰ δὲ μηδὲ τοῦτο, οὐ μέμνησθέ μου ὅτι ἐγὼ μὲν ὁ πᾶσιν Ἀθηναίοις προστάξας ἐκλιπεῖν μὲν τὸ ἄστυ εἰς δὲ τὰς ναῦς ἐμβαίνειν καὶ πείσας, μᾶλλον δὲ ὑπακουσθεὶς οὐκ ἔπεισα τοὺς αὐτοὺς τούτους ἵνα μοι ἐπιχωρήσειαν οἰκῆσαι μετ’ αὐτῶν Ἀθήνησιν καὶ τί μετ’ αὐτῶν λέγω; οὐδὲ δίχα Ἀθηναίων ἐν τῆ Ἑλλάδι. ἀλλ’ ὁ Πύθιος αὐτοῖς (καὶ γὰρ τοῦτό με ἐκάλουν, ὅτεπερ τὸν χρησμὸν αὐτοῖς ἐξηγησάμην) οὔτε Δελφῶν οὔτε Δήλου, τὸ δ’ ἐπὶ τούτοις εἶναι οὐδὲ Ξάνθου μοῖραν ἔχω, εἰ μὴ τελευτῶν εἰς Ὑπερβορέους ἐκτοπίσαιμι· καὶ ᾧ ὑπανέστησαν οἱ Ἕλληνες Ὀλυμπίαζε παρελθόντι ἐπὶ τὴν θέαν τοῦ γυμνικοῦ ἀγῶνος, τούτῳ οὐχ ὅτι ἐν πανηγύρει καὶ θεάτρῳ τιμὴ καὶ προεδρία τὰ νῦν, ἀλλ’ οὐδ’ ἐν βεβήλῳ τῆς Ἑλλάδος οἴκησις, οὐδ’ ἐν ἱερῷ ἱκετεία καὶ κατάφευξις. ταῦτα οὐκ ὀρρωδεῖτε, ὦ Λέαγρε, οὐδ’ ὕπεισιν ὑμᾶς θάμβος, ἀλλὰ μετὰ τὸν ὅρκον πάντ’ ἔχειν ὑμῖν οἴεσθε καλῶς; καὶ ἔχοι γάρ, ὦ δέσποινα Ἀθηνᾶ· ἀλλ’ οὐδὲν οὕτως ἀνόητον ὡς ὅταν μὴ διαφέρωσιν εὐχαὶ καὶ ἐλπίδες. τί οὖν ποιητέον, ἐρήσῃ με. φεύγωμεν ἄρα μηδενὸς ἡμᾶς ἐλαύνοντος; οὐ λέγω τοῦτο, ἀλλὰ μὴ κοιμᾶσθε· ἀπιστεῖτε, φοβεῖσθε. ὑποθήσεται τὸ τηνικάδε ἢ ἀποχωρεῖν, ἂν τούτου δέῃ, καὶ ποιον τις αυτη ἢν τοῦ ἔργου μόνον φροντίζητε. ἢν δὲ ῥᾳθυμῆτε πάντ’ ἔχειν ἡγούμενοι κατὰ τρόπον, δέδοικα μήποτε ὁ δυστυχὴς ἐγὼ ὅλας τὰς Ἀθήνας ἄντικρυς ἀφῃρημένος ὦ. μέχρι γὰρ νῦν ἔχω τι αὐτῶν καὶ μὰ Δί’ οὐχὶ τὸ φαυλότατον, ἀλλὰ τὸ βέλτιστον περιόντων ἔτι καὶ ζώντων μοι τῶν φίλων. εἰ δ’ οὖν ἐγὼ μὲν φυγὰς ὅποι ποτὲ γῆς ἀλώμενος, οἱ δ’ ἐχθροὶ οὑμοὶ λαμπροὶ καὶ μέγα ἰσχύοντες, οἱ δὲ ἑταῖροι ὑμεῖς οὔτε αὐτόθι οὔθ’ ὁμοῦ, δουλεία δ’ ἐν τῷ μέσῳ παιδαρίων ὀρφανῶν πολλῶν, γυναικῶν ἐρήμων τῶν ὑμετέρων καὶ τῶν ἐμῶν, ἐνίων δὲ καὶ πρεσβυτῶν καὶ πρεσβυτίδων (ἐνίοις γὰρ αὐτῶν καὶ οἱ γονεῖς ἔτι εἰσίν), εἰ ταῦτα πάντα ἀθρόα ὥσπερ ἔφην καταλαμβάνοι, ἆρά γε οὐχὶ κἀμοὶ τῷ παντὶ ἄμεινον αὐτομολεῖν δεῦρο καὶ πάσχειν τὰ τοῖς ἐχθροῖς δοκοῦντα ἢ τούτων τι ὁρᾶν γιγνόμενον καὶ ἀκούειν λεγόμενον; τοιγάρτοι ταῦτά μοι οὕτως γε ὁσημέραι καὶ νυκτὸς ἐκφρόντιζε καὶ διακρίβου, ὦ Λέαγρε, καὶ τοῖς ἑταίροις ἡμῶν ἅπασιν ὑποτίθεσο καὶ παρηγόρει καὶ πρὸς ταῦτα προηγεῖσθαι διαπειρῶ μὴ μόνον τοῖς ὡρκωμένοις, ἀλλὰ καὶ τοῖς ἀνωμότοις, οἶσθα δὲ πάντας αὐτούς. καὶ ταύτης γε αὐτῆς τῆς ἐπιστολῆς ἄχρι τοῦδε τουτὶ πᾶν τὸ μέρος ἐπιδείκνυσο αὐτοῖς, εἰ βούλει, καὶ παραναγίγνωσκε, τὰ μέντοι μετὰ τοῦτο ἢ ἀπαλειψάμενος διάφθειρον ἢ ἀποτεμόμενος ἔχε, καὶ ἔξω μόνου σοῦ τοῖς ἄλλοις πᾶσιν ἀνθρώποις γενέσθω ἄγνωστον. ἐγὼ γὰρ οὐκ ἀγνοῶ μὲν ὅτι καὶ θερμὸν καὶ θρασὺν καὶ ἀποκεκινδυνευκότα μᾶλλον ἢ παρακεκινδυνευμένον ἀναρρίπτω κύβον, ἀλλ’ οὐδὲν ἧττον ἀναρρίπτω καὶ τολμῶ καὶ δέδοκταί μοι, κἀμὲ μήτε Λέαγρος οὑμὸς ἑταῖρος ἐπισχεῖν θελήσει τῆς ὁρμῆς (οὐ γὰρ ἐφεξει) μήτε Νεοκλῆς ὁ πατὴρ ἢ Θεμιστοκλῆς ὁ θεῖος ἀναβιώσαντες νῦν καὶ δεῦρο ἀφικόμενοι, ἀλλὰ μηδ’ ὄρνις μηδὲ φήμη μηδ’ αὐτὸς ὁ τὸ ξύλινον τεῖχος περιτειχίσασθαι τοῖς πολίταις σου θεσπίσας. ἀλλ’ εὐφήμει, ὦ κράτιστε, καὶ θεοῖς εὔχου σωτηρίαν καὶ νόστον ἡμῖν ἀπήμονα ὀπίσω πέμψαι καὶ τὸ τέλος τῶν ἐγχειρουμένων μὴ μόνον ὡς ἐλπίζομεν ἀλλὰ καὶ ὡς ἄξιοι ἐσμὲν οὕτως ἡμῖν ἐπιθέσθαι. διέγνωκα γὰρ ἀπαίρειν ἐκ τῆς Ἐφέσου αὐτίκα παρὰ βασιλέα τὸν ὡς σὺ μὲν οἶσθα πολέμιον, ὡς δὲ Ἀθηναῖοί φασι (καὶ μαντεύοιντο, ὦ Ζεῦ δέσποτα, καὶ τἀληθῆ λέγοιεν) φίλον. προπέμπεταί τέ μοι παρ’ αὐτὸν ἤδη, καὶ ἤπια τῷ ἀγγέλῳ ἀπεκρίνατο καὶ πρὸς ἐμὲ ἐπέστειλεν, ὥστε με παντάπασιν ἐκπεπλῆχθαι καὶ θαμβεῖν ἐσχάτως, εἰ μὴ τοσοῦτο μόνον, ὅτι οὐδὲ ἡμεῖς ἀληθὲς οὐδὲν πώποτε οὔτ’ εἴπομεν ἐκείνῳ οὔτ’ ἐπεστείλαμεν. ἀλλ’ οὐ γὰρ ἂν ἡμᾶς μιμούμενος τύχοι βασιλεὺς ὢν μέγας, καὶ οὐδὲν οὕτω ψευδομένῳ χρήσιμον κακῶς ἡμᾶς ποιεῖν, παρὸν εἰ ἐβούλετο καὶ τἀληθῆ λέγοντα. ἐγὼ μὲν οὖν εἶμι ὡς ἐκεῖνον, ὅ τι δὲ δράσων ἢν δύνωμαι, αἰσχύνομαι μὲν λέγειν, ἀλλʼ ὅτι βούλομαι πράττειν ἢν δύνωμαι· σὺ δὲ αὐτόθι ἐπιμέλου σῴην δύνωμαι, αἰσχύνομαι μὲν λέγειν, ἀλλ’ ὅτι βούλομαι πράττειν ἣν δύνωμαι· σὺ δὲ αὐτόθι ἐπιμέλου ’̔ τε τῶν ἡμετέρων ἥκιστα μὲν ἐπιφανῶς, ὅτι οὕτως ἀμφοῖν συμφέρει, μάλιστα μέντοι πεφροντισμένως, ὥσπερ καὶ ὅτι ποιήσεις εὖ οἶδα ἐγώ· καὶ μᾶλλον γένοιτο φανερῶς σε ἐπιμέλεσθαι τῶν ἐμῶν ἢ ἀμελῶς αὐτὰ διατίθεσθαι δεδοικότα. ἀλλὰ κἀκεῖνό γε, εἴ με στέργεις, εὐλαβοῦ, πρῶτον μὲν σαυτοῦ ἕνεκα, ὃς ἐμοὶ τῆς ἐμῆς ψυχῆς ἄξιος εἶ, εἶτα καὶ δι’ ἐμὲ καὶ τἀμά, ἵνα πολὺν ἡμῖν χρόνον ὠφέλιμος ᾖς καὶ χρήσιμος. ταυτὶ μὲν ὧδε ἐπέσταλται ἡμῖν ἣι ἐνόμιζον εἶναι παρὰ σέ, πειράσομαι δὲ καὶ τὰ λοιπὰ ὅπως ἂν ἡμῖν ἔχῃ, διαδηλοῦν σοι τάχιστα, ἵνα μηδὲν ἀγνοῇς τῶν ἐμῶν.Μὴ ζήλου, ὦ Καλλία, Ἀριστείδην τοῦ φθόνου· οὐδὲ γὰρ ἐκεῖνος πολλά σε ἔφη ζηλῶσαι τοῦ πλούτου. καίτοι μακρῷ ἄμεινον ἦν, ἃ πάντες εὔχονται σφίσιν αὐτοῖς καὶ γενεαῖς σφετέραις, κἀκεῖνον ἀσπάζεσθαι, ἢ ἃ πάντες ἐχθαίρουσι καὶ ἐπάρατα ἡγοῦνται, ἐκεῖνά σε μιμεῖσθαι. μηδὲν οὖν αἰτιῶ μηδὲ σωφρόνιζε Ἀθηναίους ὅτι εἰκαίως χειροτονοῦσι καὶ ἐκ τῶν ἀναξίων αἱροῦνται προστάτας, εἰς ἐμὲ αἰνιττόμενος, ἀλλὰ πρῶτον ἐκεῖνο σκόπει, ὅτι ἐπιπλήττεις αὐτοῖς νενικηκότας προστάτας κεχειροτονηκόσιν, ἔπειτα ὅστις ὢν αὐτὸς ταῦτα ληρεῖς καὶ ὅτι οὐδὲ μετὰ πολλοὺς ἄλλους Θεμιστοκλέας στρατηγὸς ὧδε ἀποδειχθῆναι δεδυνημένος. οὐ γὰρ τῶν τυμβωρυχησάντων τοὺς ἐν τοῖς λάκκοις ἐν Μαραθῶνι κατασεσηπότας Πέρσας, ἀλλὰ τῶν καταναυμαχησάντων καὶ ἀποκτεινάντων τοὺς ἐν Σαλαμῖνι καὶ ἐν Εὐβοίᾳ παραταττομένους ἔδει στρατηγῶν τῇ πόλει, οὐδὲ καθόλου ἡγεμόνων πολλὰ μὲν χρήματα κεκτημένων, ὁπόθεν δὲ αὐτὰ κέκτηνται εἰπεῖν οὐ δυναμένων, ἀλλὰ μεγάλα καὶ καλὰ ἔργα διαπραξαμένων. σὺ δὲ ἐν οἷς μὲν δυνατώτατος ἦσθα αὐτὸς ἑαυτοῦ καὶ τῶν ἄλλων οὐδὲν ὀνήσας τὴν πόλιν, ἐν οἷς δὲ ἀχρηστότατος εἶ πάντων Ἀθηναίων, ἐν τούτοις περιεργάζεσθαι καὶ πολυπραγμονεῖν ἐπιχειρεῖς, καὶ πλοῦτον μὲν τοσοῦτον ὄντα, ὅσον οὐκ ὀλίγαι μυριάδες Περσῶν ἐπλούτουν, οὓς παντας σοι ἐκληρονομήσω, οὐκ οἶδ’ ὅπως ἀφελόμενος τους μαχεσαμένους αὐτοῖς καὶ τὴν πόλιν σύμπασαν τὰ λάφυρα, οὔτε μικρὸν οὔτε μέγα οὐδὲν ὤνησας οὐδέποτε τὴν πατρίδα, λόγοις δὲ ἄρα, ἐν οἷς σὺ ἀδυνατωτατος, σωφρονίζειν αὐτὴν ἐπιχειρεῖς καὶ περὶ πολεμικῶν ἔργων, ἐν οἷς ἀχρηστότατος εἶ καὶ ἀνανδρότατος, ἐπιτιμᾷς Ἀθηναίοις οὕτω καὶ μὴ οὕτω διαγνοῦσιν. ἀλλ’ ὧδε ἔχει, ὦ Καλλία. τοὺς λέοντας ζωοὺς μὲν ὄντας οὔτε οἱ ταῦροι ὑπομένουσιν οὔτε ἄλλο τι τῶν παμμεγάλων καὶ ἀλκίμων θηρίων, πεσόντων δὲ αὐτῶν καὶ κειμένων οὐδὲν θαυμαστὸν εἰ καὶ οἱ μύες ἐπ’ αὐτοὺς ἀναβαίνουσιν. ὥστε καὶ σὺ νῦν μὲν ἐφάλλῃ ἡμῖν ᾗ βούλει καὶ ἐμπηδᾷς, ὅτι πᾶσιν ἐσμὲν περίπατος· οὐδὲν μέντοι τῶν ἀδοκήτων, εἰ καὶ ἡμῖν ποτὲ ἔτι γοῦν ἐμπνέουσι καὶ τὴν ψυχὴν ἔχουσι δώσει
θεὸς ὑπομνῆσαι ταύτης τῆς δημηγορίας. δώσει δ’, εὖ οἶδ’ ὅτι δώσει. οὐκ ἀρετᾷ κακὰ ἔργα, φασὶν οἱ ποιηταί.Τεθάρρηταί μοι τὰ μεγάλα καὶ δεινὰ ἐκεῖνα, ὦ Ἁβρώνιχε. ἧκέ σοι παρ’ ἡμῶν Εὐξίθεος ἀπὸ γλώττης διαλεξόμενος καὶ δηλώσων ὅπως μοι διέγνωσται, σὺ δ’ ἐσιώπας, ὡς ἔφασκεν ἐκεῖνος, εἰς τὴν γῆν κύπτων, ἐπαινεῖν μὲν οὐκ ἔχων, ὡς ἐμὲ εἰκάσαι, κωλύειν δ’ οὐκ ἐθέλων. καὶ καλῶς ἐποίεις· οὐ γὰρ ἂν ἐκώλυσας, βλασφημεῖν δ’ οὐχ ἥρμοττεν. ἀλλ’ εἶμί γε, εἶμι, καὶ ἐπὶ τῆς ἀπήνης ἤδη καθεζόμενος ταυτὶ γέγραφα. εὖ πρᾶττε καὶ περὶ ἡμῶν εὐθύμει.
Εἰ καὶ μὴ κεχρήμεθα ἀλλήλοις πολὺν χρόνον, ἀλλ’ ἐοίκαμεν ἀλλήλοις πάντα τὸν βίον, αἵ τε χρεῖαί μου κεκοινώνηνται, μεγάλαι δέ, ὥστε ἀποχρῆναι ἡμῖν τὴν ἡμέραν ᾗ ἐναυμαχοῦμεν ἐν ταὐτῷ, οὐ στρατιᾶς μέρος ὄντες, ἀλλ’ ἐγὼ μὲν ὃν σὺ οἶσθα καὶ οἱ πλείους τῶν νῦν ὄντων ἀνθρώπων, σὺ δὲ τριήραρχος ὢν τοῦ παντὸς ἀριστεύων ναυτικοῦ· ἥπερ μείζων καὶ βεβαιοτέρα φιλία ἢ συναριστῶσι καὶ συνδειπνοῦσιν ὁσημέραι ἀνθρώποις, εἰ καὶ δοίης τὸ Τιθωνοῦ δὴ λεγόμενον γῆρας, διὰ τὸν χρόνον ἂν γένοιτο. πρός γε μὴν οὕτως ἀνδρεῖον ὄντα σε καὶ δίκαιον οὐδὲ ἀμνήμονα εἶναι πείθομαι ὧν χρεὼν μεμνῆσθαι, ἀλλὰ τὸν καιρὸν ὁρᾶν ἐκεῖνον οἴεσθαι παρόντα, ἐν ᾧ σὺ μὲν ἐπιβόητος εἰς πάντας ἐγένου δι’ ἡμᾶς, ἡμεῖς μέντοι διὰ σὲ πολλοῖς καὶ δυνατοῖς οὐκ Ἀθηναίων μόνον ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων προσεκρούσαμεν. ἢ πῶς οὐ δεινὸν ἂν γένοιτο Ἀλκιβιάδην μὲν καὶ Στράτιππον καὶ Λακρατίδην καὶ Ἑρμοκλέα τοὺς Ἀθηναίους, τὸν Αἰγινήτην δὲ Ἀριστείδην καὶ Δόρκωνα τὸν Ἐπιδαύριον καὶ Μόλωνα τὸν Τροιζήνιον καὶ πολλοὺς ἄλλους τῶν Ἑλλήνων προδοσίαν τῆς ἐμῆς στρατηγίας καταδικάζειν, δι’ ἣν αὐτὸ τοῦτο ὧν ἕκαστος βούλεται τοῖς ἄρχουσιν ὑπάρχει τὰς οἰκείας οἰκεῖν πατρίδας, ἀρκουμένοις ὅτι περὶ σοῦ μοι δι’ ἀπεχθείας ἐγένοντο; καὶ ἐδικάσαντο ὀρθὴν τὴν ὑπὲρ τῶν ἀριστείων δίκην, ἐνεμέσησάν σε δὲ δι’ ὃν ὑπ’ ἐκείνων καὶ ἄλλων πολλῶν καὶ ἄγομαι καὶ φέρομαι, μὴ οὐχὶ τὸ ἑαυτοῦ τε καὶ τὸ ἀντὶ πάντων ἐκείνων εἶναί μοι φίλον. καὶ ἐρρωμενέστερον τῷ παντὶ τῆς εὐχαριστίας μετὰ τοῦ δικαίου ἡμῖν ὑπάρξει ἡ μετὰ τοῦ ἀδίκου μνησικακία, καὶ μεῖζον ἐκεῖνοι δυνήσονται κακοῦντες ἡμᾶς ἀδίκως ἢ σὺ δικαίως εὖ ποιῶν; ἀλλ’ οὐ γὰρ πείθομαι ταῦτα ὑπὲρ Ἀμεινίου τοῦ Εὐφορίωνος, ἀνδρὸς οὐ τὴν πατρῴαν μόνον εὐγένειαν γενναίου ἀλλὰ καὶ τὴν τῶν συγγενῶν, Κυνεγείρου μὲν ἐν τῷ Μαραθωνιακῷ πολέμῳ διενεγκόντος τὰ πολεμικά, Αἰσχύλου δὲ ἐν παντὶ τῷ βίῳ κατὰ
παιδείαν καὶ σωφροσύνην διαφέροντος. ἀλλὰ καὶ μιμήσῃ αὐτὸς ἑαυτὸν καὶ τοῖς ἀδελφοῖς ὅμοιος ἔσῃ καὶ τῶ σεαυτοῦ ναυάρχῳ βοηθήσεις. ἡ δὲ βοήθεια ἀρίστη ἀντέχειν ἔν ταῖς ἐκκλησίαις ἑκάστοτε. καὶ ἐν μὲν τοῖς δημοσίοις συλλόγοις εἴ τι καινότερον ἐφ’ ἡμῖν ῥάπτοιτο καὶ μηχανῷτο ὑπὸ τῶν ἐξελασάντων ἡμᾶς ἢ κατὰ τῆς ἀθλίας μου γυναικός, εἰ καὶ σὺ τῶν ἡμετέρων ἐπαγγέλλοιο συλλαμβάνειν καὶ ὑπουργεῖν τὰ μετρία, εὖ ποιήσεις· εἰ δὲ ἐπαγγέλλοιο, οὐδέν σε ὀχλήσει πλὴν ἐπιμελείας καὶ ἐπαχθοῦς φροντίδος.Ἤραμεν εἰς Πέρσας, ὦ Ἀριστείδη, ἤραμεν, καὶ οὐδὲν δεινὸν ἐπάθομεν ὑπ’ αὐτῶν. οἶδα δὲ ὅτι κατὰ σαυτὸν μὲν θαυμάσῃ, τοῖς δὲ ** προσποιήσῃ μὴ παρ’ ἐλπίδα σοι τοῦτον τὸν λόγον λελέχθαι, ἀλλὰ καὶ τεκμηρίῳ χρήσῃ πρὸς τὸ πλῆθος ὅτι βεβαιοῦταί μου ἡ διαβολὴ τῇ τ’ ἐμῇ εἰς ἐκείνους ἐλπίδι τῇ τε ἐκείνων φιλοφροσύνῃ εἰς ἐμέ. ἀλλ’ ὅταν ταῦτα ληρῇς ἔχων, ἐπιπεσέτω σοι τὸ ἐν Σαλαμῖνι τρόπαιον· ἔστι δὲ λίθινον, οἶσθα, καὶ νεανικῶς εὐμέγεθες. οὐκ ἂν ἔτι, ὡς ἐγὦμαι, τὸν δῆμον ταράττοις οὐδ’ ἄλλοις εὐεργέταις φθονοίης, εἴ τις ἄρα δαίμων, οὐ κατὰ τὴν σὴν ἀλαζονείαν δίκαιος ἀλλ’ ἀληθινῶς, ἐκείνην τὴν πέτραν εἰς τὴν ἐπάρατόν σου καὶ ἀχάριστον κεφαλὴν ἐμβάλοι. ἐμὲ δὲ οὐκ ἀντευποιῶν περισώζεται βασιλεὺς ὁ μέγας (ἦπου τὰ μέγιστα ἂν ἡμῖν χαρίζοιτο ἀμειβόμενος, παθῶν ἃ ἐπεπόνθει), ἀλλὰ τὰ μὲν ἄλλα ἐχθρὸν ᾔδει με αὑτοῦ, τῆς δ’ ἀρετῆς ἐθαύμαζεν καὶ τῆς τύχης ᾤκτειρε. τοιγάρτοι κινδυνεύειν αὐτοὶ περὶ ἐμοῦ ἐπιπρεσβεύεσθε παρ’ ἐκεῖνον, ηποιπερ αὐτοὶ ἠδικεῖτε, ἢν ἐκεῖνος βοηθοίη ἀδικουμένῳ, αὐτοί τε ἐλεεινὸν ἐποιεῖτε ἐκβάλλοντες, ὃ δὲ ἄρα ᾤκτειρεν εἰκότως ἐκβεβλημένον. ἀλλ’ οὐ γὰρ ἐλεεινοὶ τὰ νῦν ἔτι οἱ φυγάδες ἡμεῖς. ὥστε πνιγέσθω μὲν ὁ Λυσιμάχου υἱὸς Ἀριστείδης, πνιγέσθω δὲ πᾶς, ὅτῳ μὴ καθʼ ἡδονήν ἐστιν ὅτι δεξιώτερα ἡμῖν ἀπήντηκεν ὧν αὐτὸς ἤλπιζεν.
Ἦπου σύ γε, ὦ Πολύγνωτε, τὰς ναυμαχίας ἡμῶν καὶ τὰς στρατηγίας ἐννοούμενος ἐγκελεύῃ καὶ τὴν ἐκ τῆς πατρίδος μετάστασιν ἡμᾶς γενναίως φέρειν. ἡμεῖς δ’ ἀπιόντες μέν, ὅτε καὶ ἐν ὄψει εἴχομεν τὰ καταλειπόμενα, θρασύτερον αὑτοῖς ἐπηγγελλόμεθα καρτερήσειν τὴν ἀπουσίαν, καὶ αὐτοὶ τὰς ναυμαχίας ἐννοούμενοι καὶ ὅσα ἄλλα ὑπεμείναμεν ὅμοια ᾠόμεθα ὑπὸ γενναιότητος καὶ ταῦτα διενεγκεῖν, καὶ οἶσθα ὅτι οὐκ ἄγαν ὀδυρόμενοι μεθιστάμεθα. νῦν δ’ ἡμῖν ὁ χρόνος, ὦ Πολύγνωτε, οὐ λήθην ὧν ἀπελείπομεν παρέχει οὐδὲ συνήθειαν τῆς φυγῆς, ἀλλ’ ἡ μὲν φυγὴ κούφη ἂν ἦν μὴ μακρὰ οὖσα, τὰ δ’ ἀπολειφθέντα ἔτι ποθεινότερα ὑπὸ τοῦ χρόνου γίγνεται, καὶ οὐ παραμυθία τίς ἐστιν ὅτι πολλὰ καὶ ἄλλα γενναίως ὑπέμεινα ἐγὼ μαχόμενος
τοῖς βαρβάροις καὶ κινδυνεύων, ἀλλ’ ὑπὸ τοῦ λογισμοῦ καὶ ταῦτα ἐναντία γίγνεται· δοκῶ γὰρ δὴ καρτερῆσαι καὶ ταῦτα, ὅπως μοι παρῇ ἀπολαύειν Ἀθηνῶν. καὶ ὑπὸ τούτου μᾶλλον, ὦ Πολύγνωτε, ἐπιδιδόασιν αἱ φροντίδες, εἰ πολλοῖς μὲν ἄλλοις μηδὲ θεαταῖς γενομένοις τῶν περὶ Εὔβοιαν ἢ ἐν Σαλαμῖνι ναυμαχιῶν ἔνεσται βιοῦν ἐν Ἀθήναις καὶ ἐκβάλλειν οὓς βούλονται καὶ μετακαλεῖν εἰ δόξειεν, ἡμῖν δὲ τοῖς εἰ καὶ βραχὺ συλλαβομένοις φυλαχθῆναι ταύτην Ἀθηναίσις τὴν ἐξουσίαν μόνοις οὔτε ταύτης οὔτ’ Ἀθηνῶν μέτεστιν, ἀλλὰ καλούμεθά τε ὃ τοῖς ἐχθίστοις ἥδιστον καλεῖν, φυγάδες, αὐτοί τε ὅτι τοῦτ’ ἐσμὲν αἰσθανόμεθα, ἔρημοι μὲν ὑμῶν τῶν φίλων, ἔρημοι δὲ οἴκων καὶ ἑστίας ἐφ’ ἧς τὰ κατὰ Μήδων ἐπινίκια ἐθύσαμεν, πάροικοι δ’ ἀλλοτρίας γῆς τε καὶ πόλεως, καὶ τάχα καὶ ἀποθανούμεθα φυγάδες ἀκμὴν μένοντες. ἦ μάλα γὰρ ἄψυχοι ἐμαχόμεθ’ ἂν τοῖς πολεμίοις, εἰ ταῦτά τις ἐλπὶς ἡμῖν προύφαινεν. ἢ μετεδιώκομεν ἂν ταῦτα φέρουσαν τὴν νίκην, εἰ μετὰ Μήδους παρὰ Λακεδαιμονίοις περὶ τῆς Ἀθηναίων πόλεως ἐκινδυνεύομεν; Ἀργεῖοι γὰρ ἀποδεινενειν καὶ Ἀργείοις τἀγαθὰ εὔχεσθαι καὶ ἄλλῃ τινί πως καὶ πάσῃ πόλει, ἐπείπερ πάσῃς ἡμῖν μέτεστιν ἔξω Ἀθηνῶν. ἀλλὰ σχέτλιά γε καὶ ταῦθ’ ὑπὸ τῆς φυγῆς ἠναγκάσμεθα εἰπεῖν ὥσπερ ὑπὸ μανίας. τί γὰρ ἡμᾶς Ἀθηναῖοι κακόν, ὦ Πολύγνωτε, τί δ’ οὐκ ἀγαθὸν εἰργάσαντο; ἢ πῶς οὐ ψευσόμεθα, καὶ οὗτοι οἱ λόγοι ἔργου ἐλθόντος ἀποδράσονται; οὐ γάρ, εἰ Μῆδοι πάλιν τῇ Ἀττικῇ ἐπιχειροῖεν, ἀκίνδυνος, ὅτι φυγάς εἰμι, δόξω εἶναι, οὐδὲ τῶν μὴ τοιαῦτα πεπονθότων τὸν ἀγῶνα ἡγήσομαι, ἀλλ’ εἰ καὶ μὴ ναύαρχος ἢ στρατηγός, ὦ Πολύγνωτε, φυγάς γε μαχοῦμαι, καὶ οὔθ’ ἱππάσασθαι παρὰ τοῦτο χεῖρον ἄν μοι γένοιτο οὔτε νηὶ χρήσασθαι, πολὺ δ’ ἂν καὶ εἰδείην νῦν ὑπ’ ἐμπειρίας ἄμεινον ἢ τότε μαχητὴς γενέσθαι. καὶ φυγάδας μὲν ἡμᾶς δύναιντ’ ἂν οἱ κάκιστοι Ἀθηναίων ποιεῖν, κακοὺς δὲ οὐδέποτε. ἔδει δὲ ἄρα ἡμᾶς καὶ ἐν ταῖς καθ’ ἡμῶν αὐτῶν κολάσεσιν αἰσθέσθαι ἧς Ἀθηναίοις ἐσώσαμεν ἐξουσίας. καὶ ταῦτα μὲν ἐνθυμεῖσθαί τε πολλάκις ἡμῖν ἔστι καὶ λόγων πληροῦσθαι μυρίων, καὶ ἀντιμάχεσθαι δοκῶ ταῖς φροντίσιν, ἡ δὲ παροῦσα ἐρημία δεινὴ ἀντίκειται μεθέλκουσα καὶ ἑαυτῆς ποιοῦσα τὸν νοῦν, καὶ δὴ καὶ ἀπάγει ἡμᾶς τῶν ἰσχυροτέρων λογισμῶν. καὶ οὐδὲ Ἀργείων οἱ πλεῖστοι παρόντες ἡμῖν ἀντεροῦσι μὴ ἐρημίαν εἶναι ταῦτα, ἀλλ’ ἅμα τῷ πλήθει τῷ τούτων καὶ ἡ τῶν φίλων τε καὶ οἰκείων ἀπουσία φαίνεται. ἀλλ’ εἰ μὲν ἔρρωται ἤδη σοι τὸ θυγάτριον, ἣν προυτείνου τῆς κατοχῆς αἰτίαν, ἀφικνοῦ πολλὰ τῶν λυπούντων ἡμᾶς ἀφαιρησόμενος· ὅ τι δ’ ἂν ᾖ τὸ κατέχον, ταῦτα μὲν λυθῆναι εὐχόμεθα, Μεγακλέα δὲ μᾶλλον ἔτι καὶ σὺ παρὼν αὐτῷ καὶ ἐγὼ γράφων ἀναπείθωμεν ἐκτελέσαι ποτὲ ἐλθόντα τὴν ἡμετέραν ἐλπίδα καὶ παύσασθαι ὑπισχνούμενον.Ἀπολελόγησαι ὑπὲρ τῆς τύχης, ὦ Παυσανία· δι’ ὧν γὰρ οὕτως ἠτύχηκας δικαίως ἀφῄρησαι καὶ ἡμᾶς τοῦ κατηγορεῖν ἔτι τῆς τύχης. σὺ γὰρ ἐπιχειρῶν Μῆδος γενέσθαι Λακεδαιμόνιος ὤν, καὶ Μήδοις προστιθεὶς τὴν Ἑλλάδα ἀρχῆς μὲν ἀπεστέρησαι ἧς ἐφ’ Ἑλλησπόντῳ εἶχες, καὶ ἐξουσίας δι’ ἧς ταῦτα ἔπρασσες, αὐτὸς δὲ περιειη καὶ κατὰ καιροῦ ποθεῖς, ἐν ᾧ τὰ διεγνωσμένα καὶ δρᾶσαι δυνήσῃ, ὥστε σὺ τὴν τύχην ἠδίκηκας, ἣν τότε εἶχες, οὐ σὲ ἐκείνη. καὶ νῦν ἔτι εὐτυχεῖς, ὅτι κινδυνεύσεις ἀκμὴν καὶ μέλλεις ἀποθανεῖσθαι ὑπὸ Λακεδαιμονίων· ἕξεις παραμυθίαν ὅτι καὶ οὐκ ἀδίκως ἀποθνήσκεις. Ἀρταβάζῳ ὑπερφυῶς ἔνσπονδος εἶ καὶ βασιλέως γαμβρὸς εἶναι ὀρέγῃ. καὶ πῶς ἴσα ἀντὶ ἴσων οἴει διδόναι τε καὶ λαμβάνειν, ὅς γε λαμβάνεις μὲν γυναῖκα βάρβαρον καὶ γῆν μετ’ αὐτῆς Καρῶν τάχα ἢ Φρυγῶν, δίδως δὲ γῆν τε τὴν Ἑλληνίδα καὶ πόλεις τὰς Ἑλλήνων, καὶ οὐδὲ Λακεδαίμονα ἐξαιρεῖς; καὶ τελέσειν ἃ διέγνωκας, ὦ μάταιε, ἐλπίζεις ἀποτυχών τε λήσειν, ὅτι σου τὸ φρόνημα μόνον ἦν προδότου, τὰ δὲ ἐργα ὑστέρησεν; οὐ τοσοῦτον ὦ Παυσανία διείργεται τῆς Πελοποννήσου ἥ τε Τρωὰς ἀκτὴ καὶ Κολωναί, ἔνθα σοι καταδύντι τὰ βασιλεῖ συμφέροντα μέλει, ὥστε τῶν σῶν ἔργων κωφὰ τἀνθάδε εἶναι, ἀλλά σοι τὰ πρὸς βασιλέα ὁ τολυπεύων ἐστὶ Γογγύλος ὁ κάκιστος Ἐρετριέων, εἴ γε τούτῳ ἀγαθῷ κέχρησαι ἀγγελιαφόρῳ, εἰς δὲ τὴν Ἑλλάδα φῆμαι ταῦτα ἀγγελιαφοροῦσι καὶ Μναστορίδας, ὃν σὺ Λακεδαιμόνιον ὄντα καὶ μένειν τοῦτο βουλόμενον καί σοι ῥῆσιν ἀεὶ ποιούμενον τὸν ἐν Σπάρτῃ νόμον ὑβρίσας ἔχεις καὶ μόνος τῆς προδοσίας ἀπολαύεις. ἀλλὰ σκόπει, ὦ σχέτλιε, εἴ τί σε Ἀρτάβαζος ὀνήσει Λακεδαιμονίων καλεσάντων ἢ ἡ βασιλέως θυγάτηρ ἤδη οὖσα ὡραία γάμου. καὶ σοὶ ταῦτα ὑφ’ ἡμῶν γραφόμενα πολὺ γενέσθω χαλεπώτερα καὶ δι’ ἡμᾶς, ὅτι σοὶ ταῦτα αὐτοὶ φυγάδες ὄντες ὀνειδίζομεν.
Ἧσσον, ὦ Αὐτόλυκε, παρηγορεῖν ἄν σε βουλοίμην ἡμᾶς ἢ τἀληθῆ λέγειν, σὺ δὲ ἐπιστέλλων σφόδρα ἤδη μεταμέλειν Ἀθηναίοις τῆς ἡμετέρας φυγῆς παρηγορεῖν ἔμοιγε δοκεῖς μᾶλλον ἢ τἀληθῆ λέγειν. οἵ τε γὰρ τὸ πλῆθος δι’ ἡμὰς διαβάλλοντες ἔτι ἰσχύουσι, καὶ καιρὸς οὐδεὶς καταλαμβάνει, ἐν ᾧ ἀχρεῖοι ἂν ἐν τῇ πόλει οἱ κακοὶ εἶεν καὶ ἅμα αἴσθησιν παρέχοντες ὅτι κατειργάσαντο τοὺς ἀμείνους ἐκπεσεῖν, ἀλλὰ νῦν τῇ κοινῇ εὐπραγίᾳ ἐπικαλυπτόμενοι ἀφανέστερον ἔχουσι τὸ ἀχρεῖον. καὶ μενέτω τὰ ἀποκρύπτοντα αὐτούς, ἐφ’ ᾧ τε καὶ ἡ πόλις εὐπραγήσει. ἡ γὰρ ἂν ἡμᾶς ἐπιεικῶς τὰ ἐν Ἀθήναις ἀγαθὰ καὶ δι’ ἀκοῆς εὐφραίνοι, καὶ εἰ δοκεῖ μὴ ὑπὲρ ἡμῶν εἶναι ἐπιδεδωκέναι αὐτὰ ἐξ ὅτου ἐφύγομεν· ἴσως γὰρ ἤδη καὶ ταῦτα ταῖς ἡμετέραις
ἕπεται ἀρχαῖς καὶ εὖ κατασταθέντα εὖ προχωρεῖ, καὶ ἡμεῖς ἴσως ἂν ἑαυτοὺς δικαίως αἰτιῴμεθα ἀνοίξαντας ὁδὸν τοῖς πράγμασιν εὐρεῖαν, δι’ ἧς ἂν οὐκέτι χρῄζοι τοῦ ἄγοντος· σὺ δ’, ὦ Αὐτόλυκε, μὴ ὡς αὐτὸς ἐθέλεις μεταμέλεσθαι Ἀθηναίους, ἀλλ’ ὡς αὐτοὶ ἔχουσιν ἐπίστελλε ἡμῖν, ἔχουσι δ’, οἶμαι, καθὰ ἂν αὐτοὺς τρέπωσιν οἱ ἀεὶ παρόντες, οἳ φανερώτεροι ἂν ἦσαν τῆς κακίας μὴ φυγόντων ἡμῶν.Εἰώθεις, ὦ Ἀλκέτα, ἅμα τὴν ἐμὴν ὀδυρόμενος φυγὴν μακαρίσαι τὴν Παυσανίου τύχην, καὶ πολλάκις ἔγραψας σύ γε ὡς ἀποδρᾶσα ἡμῶν ἡ δαίμων ἑαυτὴν προσθείη Παυσανίᾳ. οἴχεταί σοι μετ’ αὐτῆς ἀνὴρ ἐκεῖνος, ὦ Ἀλκέτα· οἴχεται μὲν ἡ ἐφ’ Ἑλλησπόντῳ ἀρχὴ τοσαύτη οὖσα, οἴχεται δὲ ὁ πλοῦτος καὶ τὸ ἄχρι βασιλέως ὄνομα, καὶ οὐδὲ ταφῆναι αὐτῷ τελευτήσαντι ἕτοιμον γέγονεν. οἱ δὲ μάλιστα θαυμάσαντες Παυσανίαν νῦν καὶ τοῦ ὀνόματος αὐτοῦ ἀπέχονται πολλῶν τοὺς ἀκουσομένους κακῶν ἀναπλήσοντος. ὥστε σοι ὥρα μήτε μακαρίζειν ἔτι τοῦ μεγέθους Παυσανίαν, μήτε μὴν ὀδύρεσθαι τῆς νῦν καταστροφῆς· δίκαια γὰρ νῦν δὴ πέπονθε καὶ ἐπαινοῦμεν αὐτοῦ τὴν τιμωρίαν. καὶ εἰ σφόδρα ἐκπέπληξαι τὸ ἄμετρον τῆς μεταβολῆς ἐννοούμενος, ἀπολύσομέν σε τῆς ἐκπλήξεως φήσαντες οἵοις καὶ ἡμᾶς ἀπέλυσε θάμβους ἀνὴρ ἐλθὼν εἰλώτης. καὶ μεταβαλλόμενος θαύμαζε, ὅτι τοιοῦτος ὢν περιῆν ἐκεῖνος καὶ εὐτύχει ποτὲ καὶ χρόνου πολλοῦ τῆς προδοσίας ἀπέλαυεν. ἐπώλου Παυσανίας βασιλεῖ τὴν Ἐλλάδα καὶ Μήδους ἐφίλει καὶ ἐμιμεῖτο, καὶ ἤχθετο ὅτι Ἕλλην εἴη καὶ οὐ τῶν ἐπὶ τὴν Ἑλλάδα ἐλθόντων. καὶ ἐπεὶ ἐδόκει ἀπολελογῆσθαι τῷ ἐν Πλαταιαῖς ἔργῳ μὴ κακὸς εἶναι, πιστεύεται τὴν ἐφ’ Ἑλλησπόντῳ στρατηγίαν. καὶ αὐτίκα διὰ τῆς στρατηγίας ἀπελογεῖτο Μήδοις ὅτι οὐδ’ ἐν Πλαταιαῖς ἑκὼν ἀγαθὸς ἐγένετο· ποινὴν δὲ ἐκείνου τοῦ ἔργου ἀντεδίδου τὴν Ἑλλάδα αὐτοῖς καὶ Ἀρταβάζῳ συνετίθετο ὄντι σατράπῃ βασιλέως ἐπὶ τοῖς πρὸς θαλάσσῃ ἔθνεσιν, αὐτῷ τε βασιλεῖ ταῦτα ἤγγελλε καὶ αὐτὸς ἤδη Μῆδος ἦν καὶ γνώμη καὶ διαίταις, καὶ οὐδὲ ἡ ἐσθὴς αὐτὸν ἔτι Ἕλληνα ἐποίει. ταῦτα δ’, ὥς που καὶ αὐτὸς ἔγνωκας, ὀλίγη τὸ πρῶτον εἰς Λακεδαιμονίους ἐκόμισεν ἀγγελία, καὶ αὐτίκα ἐκίνησε μέν, καίπερ ὀλίγη οὖσα, πλέον δ’ οὐδέν· ἐπεὶ δὲ μετεκλήθη, ἀπέτισε Παυσανίας καὶ ἀφαιρεθεὶς τὴν ἀρχὴν ἰδιώτης ἀντὶ στρατηγοῦ γίνεται. εὐθὺς γὰρ εἰς τὴν Ἀσίαν κομισθεὶς καὶ ὀργῇ τε καὶ ἀμύνῃ φέρων τὴν ἀφαίρεσιν τῆς στρατηγίας θερμότερον ἥπτετο τῶν πραγμάτων. κρύφα δὲ ἀκμὴν ἔπρασσεν, οὐκ αἰσχυνόμενος ἐπ’ αὐτοῖς εἰ μὴ λανθάνοι, ἀλλὰ φοβούμενος εἰ ἐκπέσοι ἀποτυχεῖν. αὐτίκα γὰρ ἅπασαν συνθεὶς τὴν προδοσίαν ἔμελλεν ἀναφανδὸν μεταστήσεσθαι πρὸς βασιλέα. τὸ δ’ οὖν μηχάνημα τῆς κρυφίου διαπέμψεως τοιοῦτον
αὐτῷ κατεσκεύαστο, ὑφ’ οὗ δὴ μάλιστα καὶ ἐσώθη χρόνον τινὰ καὶ αὖθις ἀπώλετο. ἄγγελον τὸν ἀεὶ πεμπόμενον ὑπὸ Παυσανίου θάνατος παρὰ Ἀρταβάζῳ ἐδέχετο· ἐπέστελλε γὰρ δὴ Παυσανίας οὐδενὸς ἀμελέστερον τῶν τῆς προδοσίας κατακτείνειν τὸν ἄγγελον, ὡς μηδαμῇ λόγος σωθείη τῶν ὑπ’ αὐτοῦ πρασσομένων. καὶ αὐτῷ ἄχρι μὲν τριῶν καὶ τεσσάρων ἀπωλείας ἀγγέλων τὸ μηχάνημα εὐτύχει, ἐν τῷ πέμπτῳ δε ἔστη λανθάνουσα ἡ ἐπιχείρησις· δέος γὰρ ἔλαβε τοὺς ὑπηρετοῦντας τοῦ Παυσανίου καὶ μᾶλλον τὸ μηδένα ἀπονοστῆσαι τῶν πεμπομένων φοβερωτέρα μήνυσις ἐγένετο τοῖς μήπω ἀπεσταλμένοις. καὶ ἐπεὶ τὸ δεύτερον κληθεὶς εἰς Λακεδαίμονα ἀφίκετο Παυσανίας, καὶ μᾶλλον, ὅτε ἐν αἰτίαις ὢν ἔπεμπε πρὸς βασιλέα ἀγγέλους, ἔδεισεν ὁ τελευταῖος τῶν πεμπομένων καὶ ἐν νῷ βάλλεται τὴν ἑαυτοῦ ἀπώλειαν, καὶ πρὶν μαθεῖν οὐκ ἀξιῶν αὐτῷ τῷ φόβῳ πιστεύειν, ἀπομάσσεται τὴν σφραγῖδα τοῦ Παυσανίου, ὅπως ἔχοι σημήνασθαι ψευσθείς. λύσας δὲ τὰς ἐπιστολὰς καὶ τὰ πολλὰ περὶ καταυδουλώσεως τῶν Ἑλλήνων καὶ ἔσχατον περὶ τῆς ἑαυτοῦ ἀπωλείας ἀναγνοὺς φέρων ἐπιδείκνυσι τοῖς ἐφόροις. οἱ δὲ τοῖς γράμμασι καὶ τοῖς ἄλλοις κατὰ Παυσανίου λόγοις ποιούμενοι τεκμήριον ἔτι καὶ γυμνὴν κατανοῆσαι τὴν ἀλήθειαν ἐξειργάσαντο. καὶ καθίζουσι τὸν ἄνθρωπον ὡς ἱκέτην ἄγοντες παρὰ Ταίναρον, ἄνδρας ἐξ αὑτῶν κρύφα ἀποστείλαντες. ὡς δ’ ἀφικόμενος ὁ Παυσανίας ἐξήταζεν ὑφ’ ἧς αἰτίας ἱκέτης γέγονεν ὃν αὐτὸς ἄγγελον εἰς τὴν Ἀσίαν ἐπεπόμφει, αὐτίκα ὁ ἄνθρωπος μάρτυρά τε αὐτὸν ποιεῖται Παυσανίαν οὐδὲν παρ’ αὐτῷ θανάτου ποτὲ ἄξιον ἐργάσασθαι, προύφερέ τε ὡς ἀπεστέλλετο ἀπολούμενος. καὶ τῆς μὲν τῶν Ἑλλήνων δουλώσεως ὀλίγον ἑαυτῷ μέλειν ἔφασκεν (οὐδὲ γὰρ νῦν ἀδεῶς ἐλεύθερον εἶναι), ἑαυτὸν δὲ πρότερον ἀπολελύσθαι ἠξίου. Παυσανίας δὲ πιστοῦταί τε αὐτὸν περὶ τῆς ἀπωλείας καὶ κατέσχειν ἅπερ ἔγνω δεηθεὶς ἀναστήσας εἰς Λακεδαίμονα ᾔει, καὶ εἴποντο οἱ ἄνδρες οὐδενὸς ἀνήκοοι γεγονότες. ὡς δὲ τάχιστα πάντες οἱ ἔφοροι ταῦτα μαθόντες ἐφάνησαν αὐτὸν συλληψόμενοι, φθάνει εἰσπεσὼν εἰς τὸ ἱερὸν τῆς Χαλκιοίκου Ἀθηνᾶς καὶ ἱκέτης ἔν τινι οἴκῳ τοῦ τεμένους ἐκαθέζετο, οἳ δὲ ἀνοικοδομήσαντες τὴν εἴσοδον καὶ ἀφελόντες τὴν ὀροφὴν τοῦ οἴκου ὑπὸ ἐνδείας αὐτῷ παρέσχον ἱκέτῃ μένοντι ἀπολέσθαι, καὶ ἐπεὶ ἀποψύχοντα ἔγνωσαν, ἐξεκόμισαν τοῦ τεμένους καὶ ἐν βουλῇ ᾖσαν εἴτε δοῖεν αὐτῷ ταφῆναι εἴτε μή. τοιαῦτα, ὦ Ἀλκέτα, τὰ τῆς εὐτυχίας πέρατα Παυσανίαν κατέλαβε, καί σοι ἀποδέδωκα πάντα τὸν λόγον τοῦ εἰλώτου ἀνδρός. καὶ μηκέτι ἡμᾶς ὀδύρου τῆς φυγῆς· τρισόλβιοι γὰρ ἡμεῖς ἄρα, οἳ φθόνω ἐμετρήθημεν καὶ οὐκ ἐλάσσονες φθόνου ἐγενόμεθα, ἀλλὰ τὴν ἀρετὴν τῶν παρόντων ἔχομεν αἰτιᾶσθαι καὶ τοῦ πέρατος οὗ ἐτύχομεν τῆς ἐν δημοκρατίᾳ εὐπραγίας. ἀλλ’ εἴ που ἄρα αὐτοῖς, ὅτι καὶ ταπεινοὶ ἤδη γεγόναμεν, ἔλεος καὶ μεταμέλεια τὸ πάθος ἀντὶ φθόνου γίγνεται, μανθάνων ἐπίστελλε, ὦ Ἀλκέτα, καὶ τάχα ἂν ἤδη καὶ Αὐτολύκῳ ταὐτὰ ἐπιστέλλοντι πειθοίμεθα.Ἀφίγμεθα εἰς τὴν Κέρκυραν, ὥσπερ καὶ ἀναγόμενοι διεγνώκειμεν, ὅ τε πλοῦς εὐπετὴς ἡμῖν ἐγένετο καὶ πολὺ ἀφεῖλεν οὗ ἐπὶ Κυλλήνης κατεσχέθημεν χρόνου, καὶ ἔτι τήν τε ναῦν εὐθὺς ὑμῖν ἀπέπεμψα καὶ τοὺς πλείους τῶν οἰκετῶν, ὡς ἂν μὴ βαρύτερόν που διάγωμεν ἢ φυγάσι πρέπειν οἰόμεθα. Κερκυραῖοι δὲ οὐκ οἶδ’ ὅπως ἔχοντες διαδύονται· μεμνῆσθαι μὲν γὰρ τῆς ἡμετέρας ὁμολογοῦσιν εὐεργεσίας καὶ ὀφείλειν χάριτας οὐδαμῶς ἀρνοῦνται, καιρῷ δὲ αὐτὰς οὐκ ἀγαθῷ ἀπαιτεῖσθαί φασιν· αὐτοὶ γὰρ ἀσθενέστεροι τῶν ἡμᾶς διωκόντων εἶναι. ἀξιοῦσι δὲ μὴ σφᾶς ἀντὶ τῆς εἰς ἕνα εὐχαριστίας ἅπαντας διαφθαρῆναι ἀναγκάσαι, μηδ’ ὀνήσαντα τῇ εὐεργεσίᾳ ἀπολέσαι τῇ ἀμοιβῇ. ὥστε εὐπρεπῶς ἡμᾶς ἀποπέμπονται, καὶ δέδια μὴ μακροτέρας ταῦτα ἀρχὴ γένηται φυγῆς.
Τὴν μὲν ἔχθραν ἡμῶν τὸ ἀνόμοιον τῆς τύχης ἤδη λέλυκε καὶ ἀσθένεια ἣ ἐγχορεύει φυγάσι, σὺ δὲ τοῦτο καὶ ὑπερῆρας, ὦ Ἀριστείδη, καὶ εὐεργεσίας κατήρξω παρ’ ἐλπίδας εἰς ἀτυχοῦντας ἡμᾶς, καὶ οὐδὲ τοῦθ’ ἡμῖν ἐνέλιπεν εἰς τὸ μηδὲν ὦν προσεδοκήσαμεν γεγονέναι. καί σοι οὐδὲν ἀπόλωλε τῆς ἐπὶ τούτοις χάριτος· καὶ εἰ μὴ κατορθῶσαι ἴσχυσας, ἀλλὰ καὶ πλείονος ἀρετῆς ἐξ οὗ προθυμίας εισϋπερεδει αὐτὴν ἐσώθημεν ᾐσθήμεθα ὅτι καὶ πρὸς οὕτως ἔχοντας Ἀθηναίους ἐμαχέσω. περὶ δὲ τῆς φερούσης ἡμᾶς νῦν φυγῆς, ὡς ἀντὶ μειζόνων αὐτῆς κακῶν κακόν γε καὶ αὐτὴν οὖσαν ᾑρήμεθα, πῶς οὐχὶ καὶ σοὶ ταὐτὰ δόξει; αὖθις καὶ Πολύγνωτος ἐπέστειλεν ἡμῖν· καὶ αὐτὸς γὰρ τὸ φεύγειν κατὰ τάχος ὡς ἀπὸ τιμωρίας ἑτοίμης παρεκελεύετο. καὶ οὐκ ἐδόκει μοι τούτου οὐκ ἂν γενομένου εἰ μένοιμεν ἁμαρτάνειν. Ἀθηναῖοι γὰρ ἦγον ἐπὶ τὸ κοινὸν δικαστήριον τῶν Ἑλλήνων, ὅπου πολὺ πλέον γε τὸ Δωρικὸν τοῦ Ἰωνικοῦ. καὶ τὸ μὲν πλέον ἔμελλεν ἐναντίον γίγνεσθαι, τὸ δὲ ἔλασσον ἀνωφελές, καὶ αὐτὸ δὲ οὐ φίλον ἦν τὸ ὑπηργμένον. ὥστε εἰκότως ἂν ἡμᾶς τὸ ἄλλο ἅπαν δέξαιτο ἀνθρώπων γένος, εἴτε βαρβάρων εἶτε Ἑλλήνων τύχοι, παρ’ οἷς δυνήσεται ἡμᾶς καὶ ταῦτ’, ἐφ’ οἷς διωκόμεθα, ὠφελεῖν.
Ἐπηγγέλλεσθέ μοι πολλάκις, ὦ Ἀνταγόρα, σὺ καὶ Αὐτόλυκος, ῥᾳδίως ἡμᾶς τοῦ ἐξοστρακισμοῦ ἀπολύσειν· μαχεῖσθαι γὰρ τῷ ἐχθρῷ ἡμῶν Ἀριστείδῃ ἐλέγετε καὶ πρὸς τὰ ἐναντία τὸ πλῆθος ἢ ἐκεῖνος ἄξειν, καὶ ἤδη αὐτὸν ἔλασσον φέρεσθαι μὴ ἐθέλοντα
ἀνεῖναι τῆς ἔχθρας. Ἀριστειδη δ’ ἡμῖν Ἀνταγόρας γέγονε καὶ Ἀριστείδης Αὐτόλυκος, καὶ οὐδενὸς ἂν τῶν κακῶν μετέσχομεν, ὧν ἐμέλλομέν τε καὶ ἤδη μετέχομεν, εἴπερ ἡμῖν τοιοῦτοι τρεῖς ἢ τέσσαρες ἐγένεσθε ἐν Ἀθήναις φίλοι ὁποῖος Ἀριστείδης ἐχθρὸς εἷς, μᾶλλον δὲ εἰ καὶ ἐπείσθητε ἡμῶν τῷ ἐχθρῷ. νῦν δὲ διὰ τίνας μᾶλλον, ὦ Ἀνταγόρα, φεύγομεν ἢ δι’ ὑμᾶς; οὐ γὰρ διὰ τοὺς ἐχθρούς γε ἀλλοτιηι κατερχόμεθα ἀγγεῖλαι. ἀλλὰ νικήσατε, ὦ φίλοι, καὶ φεύγομεν οὐδένα οὐδαμοῦ αἰτιασόμενοι, καὶ εἰ τὰ οἴκτιστα πεισόμεθα.Ταῦτ’ ἔστιν, ὦ Πολύγνωτε, τὰ συμβάντα ἡμῖν μετὰ τὴν ἐξ Ἄργους φυγήν, ἃ παρεκάλεις γραφῆναί σοι καὶ ἐγὼ γέγραφα. τοῦ γὰρ ἀγγέλου κατὰ σπουδὴν ἐλθόντος, ὅνπερ ἔστειλας ἡμῖν τά τε ἄλλα καὶ φεύγειν ἀγγελοῦντα, ἄρας αὐτίκα ἀπ’ Ἄργους (συνήραντο δέ μοι καὶ τῶν ξένων Νικίας καὶ Μελέαγρος) κατῆλθον ἐπὶ Κυλλήνην τὸ Ἡλείων ἐπίνειον. ἐκεῖθι δὲ ἐκινδυνεύσαμεν ὑπὸ χειμῶνος ἀναμεῖναι τοὺς διώκοντας ἡμᾶς· πλεῖν γὰρ ἐπὶ Κέρκυραν ὡρμημένοι, χάριτος ἡμῖν ἐς Κερκυραίους προϋπηργμένης, τρεῖς ὅλας κατειχόμεθ’ ἡμέρας, καὶ οὐκ ἐδόκει ὅτι φεύγομεν ἔτι Λακεδαιμονίοις ἄδηλον εἶναι. τετάρτῃ δὲ ἡμέρᾳ πλοῦς σφόδρα ἀγαθὸς ἡμῖν γίγνεται, κἀγὼ τοὺς μὲν ξένους ἀπέλυσα ἐπαινέσας (ἔτι γὰρ ἡμῖν καὶ πορρωτέρω ἠξίουν συμφεύγειν), νῆα δέ, ἣν παρέσχοντό μοι, ἀφεὶς ἐπὶ Κέρκυραν εὐπετῶς διεκομίσθην. Κερκυραῖοι δὲ οὐκ εὐχάριστοι μᾶλλον ἢ ἀκίνδυνοι ἐβούλοντο εἶναι καὶ ἀμοιβὴν ὧν εὐεργετοῦντο ἀπαιτούμενοι εὐεργεσίαν ᾐτοῦντο μὴ ἐπὶ Κερκύρᾳ τὴν φυγὴν καταλύειν, ὥστε ἡμῖν ὅ τι δράσωμεν ἠπόρει ἡ γνώμη. ἤδη δὲ καὶ τὴν ναῦν τοῖς ξένοις ἀπεπεπόμφειν τοῖς Ἀργείοις, οἰκέται τέ μοι ἐλάσσονες ὧν ἀπέλυσα ἐλείποντο. ἐπεὶ δὲ Κερκυραῖοι καὶ τραχύτερα ἤδη ἐφθέγγοντο καὶ προδώσειν ἐῴκεσαν πολὺ μᾶλλον ἢ μαχεῖσθαι ὑπὲρ ἡμῶν, ἔγνων ἐπὶ Σικελίαν τε καὶ πρὸς Γέλωνα πλεῖν. Γέλων γὰρ δὴ τότε Συρακοσίων ἐμονάρχει καὶ ἤρτητο οὐ παρέργως ἡμῶν καὶ οὐκ ἔμελλεν Ἀθηναίοις πεισθήσεσθαι. νῆα δὴ σκέπτομαι ἀνδρῶν Λευκαδίων, οἳ τῇ ἐπιούσῃ ἡμέρᾳ ἔμελλον εἰς τὸ Αὐσόνιον ἐμβάλλειν. καί με ἀπέστρεψεν κομισθεῖσα ἀγγελία· ἐτεθνήκει γὰρ ἤδη Γελῶν καὶ πολλὴ περιειστήκει ταραχὴ Ἱέρωνα τὸν ἀδελφὸν αὐτοῦ ἄρτι εἰς τὴν μοναρχίαν καθιστάμενον, καὶ ἐγώ, ὥσπερ εἶχον, τῇ αὐτῇ νηὶ ἐπί τε Ἤπειρον πλέω, καὶ ἀποβὰς εἰς Μολοσσοὺς ἔρχομαι καὶ ἐπὶ τῇ ἑστίᾳ τῇ Ἀδμήτου ἐκαθεζόμην. Ἀδμήτῳ δὲ τότε ὑπήκουε τὸ Μολοσσῶν ἔθνος, καὶ ἐδόκει μάλιστα αὐτῷ δι’ εὐσέβειαν ἡ βασιλεία ηὐξῆσθαι, καὶ οὐκ ἐφαίνετο περιόψεσθαι ἡμᾶς ἱκέτας γενομένους. τῶν δ’ Ἀθηναίων καὶ Λακεδαιμονίων οἱ πεμφθέντες ὅπως βίᾳ πάντοθέν
με ἀγάγωσι, τῇ ἐπιούσῃ ἡμέρᾳ καταπλεύσαντες ἐς Μολοσσοὺς ἀφικνοῦνται, καὶ καταλαβόντες με αὐτόθι ἐχάρησαν καὶ ἄξειν προύλεγον, καταστάντες τε Ἀδμήτῳ τοιαῦτα ἔλεγον. προδότην, ὦ Ἄδμητε, ἐλάνθανες οἴκῳ τε τῷ σῷ καὶ ἑστίᾳ δεξάμενος. οὗτος δὲ ἧσσον οὐδὲν ἢ σὲ καὶ Μολυσσοὺς προεδίδου, καὶ εἰ κατώρθωσεν, ἡμεῖς, ὦ Ἄδμητε, ἱκέται τῆς Μήδων ἐγενόμεθ’ ἂν ἑστίας, οὕτος δ’ ἂν ἴσως καὶ ἀντὶ σοῦ ἐβασίλευε Θεσπρωτῶν. νῦν δὲ ἄδικοι ἄρα ἐς Παυσανίαν ἐγενόμεθα· τῶν γὰρ αὐτῶν ἕνεκα βουλευμάτων ὃ μὲν τετιμώρηται ἤδη, ὃ δὲ σεσῶσθαι προσδοκᾷ καὶ σὲ τοῦ ἀδίκου βοηθὸν ποιεῖται, Παυσανίᾳ δὲ οὐδ’ ἡ Χαλκίοικος ἐπήρκεσεν. ἀλλὰ τοῦτον μὲν ἀνίστασθαι κέλευε καὶ παυσάσθω γε διαβάλλων καὶ τὴν σὴν μιαίνων ἑστίαν, φίλοι δέ σοι ἔστωσαν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι ἐνθ’ ἑνὸς προδότου καὶ φυγάδος. ταῦτα εἰποῦσιν αὐτοῖς ἐγὼ ἔμελλον ἀντιλέγειν ὑφ’ ὧν ᾤμην αἰσχυνθέντας αὐτοὺς ἀπελαθήσεσθαι, ἀλλὰ φθάνει Ἄδμητος εἰπών οὗτος μὲν ὁ καιρός, ὦ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, τὴν ἱκετείαν μόνον τὴν Θεμιστοκλέους δικάσει· εἰ δὲ καὶ τὴν προδοσίαν ἐδίκαζον μήτε Ἀθηναίους μήτε Λακεδαιμονίους εὖ ποιῶν, ἀπέλυον ἂν Θεμιστοκλέα. καί μοι ταῦτ’ ἔδοξεν ἂν τήν τε ἐπ’ Ἀρτεμισίῳ ναυμαχίαν κελεύειν καὶ τὴν ἐν Σαλαμῖνι, τήν τε Παυσανίου προδοσίαν, ἥτις ὑμῖν, κἂν ἐπὶ Θεμιστοκλέα διαιρῆτε αὐτήν, ἀεὶ μόνου ἔσται Παυσανίου. καὶ ταῦθ’ ὑμεῖς τε ἐμὲ ἀγνοεῖν ἐδόξατε, ἐγώ τε ὡς ταῦτα ἀγνοῶν τὰ τῆς ἱκετείας δικάζω. ἄνδρα τῆς ἐμῆς ἁψάμενον ἑστίας καὶ δεδιότα μὲν ἀνθρώπους, τοῖς δ’ ἐν Ἠπείρῳ θεοῖς πιστεύοντα σῶν τε φυλάσσω καὶ ἱκέτην ἀπήμαντον καὶ ἀβλαβῆ, καὶ οὐκ ἀνθρώπων τίσιν ἀπεύχομαι, ἀλλὰ θεοὺς δεδιέναι οὐκ ἀρνοῦμαι, θυσιῶν τε ἡγοῦμαι ἁπασῶν χάριν ἀμείνῳ εἶναι θεῷ ἱκέτην φυλασσόμενον. οὕτω μὲν δὴ ἐκεῖνοι κατηφήσαντες ἐκ Μολοσσῶν ἐχώρουν, ἐγὼ δὲ εἰς Μακεδονίαν ὑπὸ Ἀδμήτου πεμφθεὶς καὶ εἰς Πύδναν ἐλθὼν πρὸς Ἀλέξανδρον Μακεδόνων ἄρχοντα, πέμπομαι ὑπ’ Ἀλεξάνδρου ἐπὶ τὴν ἐκεῖ θάλασσαν. καὶ ἐπιτυχὼν ὁλκάδος εἰς Ἰωνίαν πλεούσης ἐμβὰς ἐκομιζόμην· ταύτῃ γάρ τοι, βασιλέως δὴ μάλιστα ᾐσθημένου ὧν εἰργασάμεθα αὐτὸν κακῶν, ῥᾷστα ἐμέλλομεν εἰ δίκαια πεπόνθαμεν γνώσεσθαι. πλέοντας δ’ οὐκέθ’ ἡμᾶς εὔπλοια ἦγεν, ὑφ’ ἧς καὶ ἀναχθῆναι ἐπείσθημεν, ἀλλ’ ἤδη καὶ ἰσχυρῷ χειμῶνι ἐχρώμεθα. καὶ οὐκέθ’ ὁ χειμὼν ἐμὲ τοσοῦτον ἐλύπει, ἀλλ’ ὅτι ἐπὶ Μάξον κατεφερόμεθα· Βάξον δὲ Ἀθηναῖοι τότε ἐπόρθουν, καὶ ἐπὶ τὸ στρατόπεδον αὐτῶν κατε ἐγὼ δὲ ἐν πολλῇ ἀμηχανίᾳ ἐκείμην καὶ ἤδη ἐνόμιζον ἱκετείας τε ἀνωφελεῖς ἱκετεῦσαι καὶ ὀλεθρίου ἅψασθαι φυγῆς· ἀκμητὶ γὰρ ἔμελλον ἁλώσεσθαι Ἀθηναίοις πρὸς τοὺς διώκοντας ὁ φεύγων ἐληλυθώς. ἀλλ’ ἐπὶ τοῖς μὲν ἐν τῇ νηὶ ἁγνῶς ἅπασιν εἶναι ἐδόκουν, τοῖς δὲ ἐν τῷ στρατοπέδῳ ἐπιγνωσθῆναι δεδίειν, οὐκ ἐξέλειπον τὴν ναῦν, οἱ σύμπλοι δ’ ὕποπτοι ἐγίγνοντο, καί τι κακὸν αὐτοῖς γίγνεσθαι ἐδόκουν και οὐκ ἐπιτήδειος εἶναι ἐν τῷ πλεῖν, ὥστε καὶ ἐκβάλλειν με τῆς νεὼς ἐβούλοντο. ἐν τούτῳ δέ μοι κινδύνου ἑστῶτι Διοπείθης ἀνὴρ τῶν συμπλεόντων ἡμῖν, γένος Βαργυλιήτης, καὶ πρότερον ἐνορῶν τέ μοι πολλάκις καὶ θαυμάζοντι ἐοικὼς ἔτι μᾶλλον τότε ἐσκέπτετο, καὶ τούτῳ ἰσχυρῶς ὅνπερ ᾤετο αὐτὸς ὢν ἐφάνην. καί μοι μόνος ἔγγιστα ἐλθὼν ὀλίγῃ τῇ φωνῇ ἔλεγεν ἀκλεῶς ἐνυβρίζει σοι τὸ δαιμόνιον, ὦ Θεμιστόκλεις, εἴ σοι ἐν μόνῳ τῷ ἀγνοηθῆναι Θεμιστοκλεῖ ὄντι τὸ σώζεσθαι κεῖται. ἀλλ’ ἔγωγε καὶ ἔγνωκά σε καὶ τοῦτο μάλισθ’ ὡς ὀλέθριον δεδιότι σωτηρίαν ἴσως ἐργάσομαι. ἐγὼ γάρ τοι εἰμὶ ἐκεῖνος, ὃν σὺ ἐρρύσω ὅτε με εἰς Ἀρτεμίσιον ἔμπορον καταπλεύσαντα ἀνδρὸς Ἑστιαιέως ἐχθροῦ ἰδίου ἕνεκα ἀποθανεῖν ὡς παρὰ βασιλέως πλέοντα ἠξίουν. σὺ δέ, ὅπερ ἦν, ἀπιστήσας αὐτοῖς ἔτι καὶ ἐκάκισας τῆς ἐπιχειρήσεως, καὶ οὔτε εὖ ἐπεπόνθεις ὑφ’ ἡμῶν πρότερον, οὔτε πείσεσθαι προσεδόκας· ἡγεμὼν γὰρ ἦς βασιλεῖ ἀντίπαλος καὶ ἄλλοις εὐεργεσίας παρείχου. καὶ ἐγὼ ἀπεγνώκειν ἐκείνης τῆς χάριτος ἀμείψασθαι Θεμιστοκλέα καὶ οὐδὲ ἐβουλόμην· οὐ γάρ σε ὧδε πράξειν ὥστε καὶ ἡμῶν δηθῆναι ἠλπίσαμεν. ἀλλ’ ὦ φέριστε ἔφην ἐγώ, οὐδ’ ἐμοὶ τοῦτο νῦν ἀτύχημα γέγονεν, εἰ καὶ ἐπὶ τὸ παρὰ σοῦ λαχεῖν ἀμοιβῆς ἀφῖγμαι καὶ δύναταί με ταῦτ’ ὠφελεῖν. σὺ δὲ χαῖρέ τέ μοι καὶ εὐτύχημα ἔσται, εἴ σοι δύναμις ὧδε ἔχει ὥστε σῶσαι Θεμιστοκλέα. αὐτίκα οὖν ἄγει τε πρός με τὸν δεσπότην τῆς νεὼς ἑταῖρον ὄντα αὐτῷ, καὶ κοινωσάμενος ἐδεῖτο φεύγειν ἀπὸ τῆς Νάξου κατὰ τάχος· ὃ δὲ ἠγανάκτει καὶ ὥρμησεν ὡς εἶχεν ἐξελθὼν μηνύειν εἰς τὸ στρατόπεδον. καὶ ἐγὼ δεήσει μὲν οὐδεμιᾷ ἐχρησάμην, ἀπειλὴν δὲ αὐτῷ τίθεμαι ἐρεῖν εἰς Ἀθηναίους ὅτι με οὐκ ἀγνοῶν ἀλλὰ χρήμασι διαφθαρεὶς σώζει ἐκ τῆς Ἑλλάδος. καὶ ὅ τε ἄνθρωπος ἔδεισε καὶ μεταβαλόμενος δωρεὰν τοῦ ἔργου ᾐτεῖτο, ἐγώ θ’ ὑπεσχόμην, καὶ νύκτωρ ἀναχθέντες ἐκομίσθημεν εἰς Ἔφεσον. ἐκεῖ δὲ Περσῶν τινὰς καταλαμβάνω φύλακας Καρίας ὑπ’ Ἀρταβάζου καθεζομένους· καὶ Ξέρξῃ μὲν ἤδη ἀδεῶς εἶχον ὅστις εἴην λέγειν, καὶ τό τε ὄνομα ἔφραζον καὶ ὡς μέγα ὀνήσων τὸν βασιλέως τε ἔφραζον καὶ ὡς μέγα ὀνήσων τὸν βασιλέως οἶκον ἐλήλυθα, οἳ δὲ τήν τε ἐπαγγελίαν τοῦ λόγου πρὸς Ἀρτάβαζον ἐκόμιζον, ἐμέ τε ἦγον εἰς Φρύγας· ἦν γὰρ Ἀρτάβαζος ἐν Φρυγίᾳ. ὃ δὲ ἐπεὶ τά τε ἄλλα ἐξ ἐμοῦ καὶ ὡς διέγνωκα πρὸς βασιλέα βαδίζειν ἤσθετο, ἐπῄνει τε καὶ ἔπεμπεν εὐθύς, καί μοι ἵππους δύο καὶ τοὺς ἴσους οἰκέτας δωρεῖται, καὶ τρισκαίδεκα δὲ ἄλλους Περσῶν συνέπεμψεν, οἷς ἥ τε ὁδὸς καὶ τὰ ἐπιτήδεια ἔμελεν· αὐτοὶ δὲ καμήλοις ἐχρῶντο. ὁδεύων δὲ ὄρη μὲν ὀλίγα κοίλην δὲ διῆλθον οὐχ ὑψηλήν, πεδία δὲ ἐθεασάμην τε καὶ διώδευσα μεγάλα καὶ οὐδαμῇ ἀνώμαλα. ᾠκεῖτο δὲ καὶ εἰργάζετο κάλλιστ’ αὐτῶν τὰ πλεῖστα, ἡ δὲ ἔρημος θηρία τε καὶ ζώων ἄλλων ἔβοσκεν ἀγέλας. καὶ ποταμοὺς ἔπλευσα πολλοὺς καὶ ἔθνεσι παντοίοις ἐμίγην. ἤδη δὲ ἀπὸ τῶν συνόδων καὶ τῆς Περσίδος φωνῆς ἀντελαμβανόμην καί με οὐκέτι ἡ ὁδὸς χαλεπῶς ἔτριβεν ὑπὸ τοῦ ἔθους καὶ ἥ τε ὁδὸς ἡμῖν ἐτελεύτα, καὶ παρὰ βασιλεῖ, ὅποιπερ ὡρμώμεθα, ἦμεν. ἐπεὶ δὲ ἐκομίσθη πρὸς αὐτὸν ἀγγελία παρεῖναι ἐπὶ τὰς θύρας αὐτοῦ Θεμιστοκλέα τὸν Ἀθηναῖον, ἄγομαί τε ἐγγὺς αὐτοῦ καὶ ἀχθεὶς ἄντικρυς τοῦ θρόνου ἀδεῶς εἰστήκειν, ὁ δ’ ἠγανάκτει καὶ παραθεασάμενος ὧδ’ ἔλεγεν. ὦ ξένε Ἀθηναῖε, λόγος μὲν ἤδη περὶ σοῦ πολὺς ἐν ἡμετέρῳ ἐφέρετο οἴκῳ, καὶ σύ τε ἅμα καὶ Μήδων ἡ ἐν Σαλαμῖνι συμφορὰ παντὶ ἀνὰ στόμα ἦτε. σὺ δὲ λέγοις ἂν πρὸς ἡμᾶς, πῶς θράσος ἔσχες ὄψει τε ἐμῇ ὀφθῆναι καὶ φωνῆς ἀκοῦσαι. καὶ σὺ Θεμιστοκλῆς ἐκεῖνος ἐλήλυθας, ὃν Μῆδοι λέγουσιν αἴτιον ἐμοὶ γενέσθαι καὶ πατρὶ ἐμῷ μὴ ἄρχειν Ἑλληνων; ἀλλ’ ἄμεινον μὲν ἐμοὶ ἢν Ἕλληνας ἔχειν ἢ σὲ τιμωρεῖσθαι, σὺ δὲ τοῦτό γε ἀντ’ ἐκείνου παρέσχησαι ἡμῖν, ὥστε σε ἐπαινέσαντες κολάσομεν. ταῦτ’ εἰπόντος αὐτοῦ παρίσταταί μοι ὑπ’ ἀνάγκης ἐπαινέσαι τὴν ἀπάτην, ἣν καιρός τις ποιεῖ ἀγαθήν, χρῶμαί τε αὐτῇ καὶ ἔλεγον κόλασιν, ὦ βασιλεῦ, φεύγοντες ἐπὶ σὲ βοηθὸν ἀφίγμεθα· κολάζειν γὰρ ἔμελλον ἡμᾶς οἱ Ἕλληνες ἀντὶ τῆς εἰς πατέρα τὸν σὸν εὐεργεσίας, ὅτι ὑμῖν φίλα ἐνθυμούμενοι τόν τε ἐπὶ Σαλαμῖνα πλοῦν κατὰ τάχος ποιεῖσθαι ἠγγείλαμεν, διεστῶτος τότε καὶ τεταραγμένου τοῦ Ἑλληνικοῦ καὶ μέλλοντος ἐπὶ Πελοποννήσου φεύγειν καὶ καιρὸν χρηστὸν ἐπιχειρήσεως παρέχοντος, τό τε ζεῦγμα λύειν ἐθέλοντας ἐκωλύσαμεν. καὶ σοὶ Μῆδοι μὲν διὰ τοῦτο μάλιστα ἀπενόστησαν ἐκ τῆς Εὐρώπης, ἐγὼ δὲ διὰ ταῦτα ἐπὶ τιμωρίαν ἠγόμην. ἔφθην δὲ φυγὰς γενόμενος, ὡς ἂν σέ τι ὀνήσω καὶ ἐμαυτῷ δίκας εὕρωμαι. καὶ ταῦτα ποιήσειν ἐπαγγέλλεται Ἐρινύς, μεθ’ ἧς ἐγὼ πλείω κακὰ ἐργάσομαι τοὺς Ἕλληηνας ἢ ἐδόκουν μετ’ ἐκείνων ἐργάσασθαι. ὃ δ’ εἶπεν ἐπειδὴ ἀποδώσεις ἡμῖν τὴν Ἑλλάδα, ἣν διὰ σὲ ἀφῃρῆσθαι οἰόμεθα, χαῖρέ τε καὶ οὐδενὸς χρηστοῦ ἀτυχήσεις, καί σου τοὺς λόγους πείρᾳ τε καὶ ἔργῳ δώσομεν. ἐκ τούτου, ὦ Πολύγνωτε, ἐνέτριβον ἐν τοῖς βασιλείοις τιμῆς τε λαγχάνων καὶ ἀεὶ τὰ περὶ Ἑλλήνων ἐξεταζόμενος. καί μοι βασιλεὺς αὐτός, ἐπεὶ καὶ τῇ Περσῶν αὐτὸν ἤδη φωνῇ πολλὰ ἠμειβόμην, χρυσοῦν τε δωρεῖται ἀκινάκην καὶ Περσικὴν ἐσθῆτα χρυσῆν ὑφαντήν ἐδωροῦντο δ’ αὐτίκα καὶ οἱ περὶ αὐτόν, ἐπεὶ τάχιστα ἤρξατο ἐκεῖνος. καί μου ἤδη Ἀρτάβαζον ἧσσον ἐνόμιζε πιστὸν καὶ ἐπὶ θάλαττάν με κατέπεμπεν ἐπὶ τὴν ἐκείνου σπρατηγίαν, καὶ οὐκ ἐσθῆτας ἔτι ἡμῖν οὐδὲ χρυσόν, ἀλλὰ πόλεις τε ἤδη καὶ πολλὴν γῆν ἐχαρίζετο· ἀφελὼν γὰρ τῆς ἑαυτοῦ βασιλείας Μυοῦντα καὶ Λάμψακόν τε καὶ τὴν ἐπὶ Μαιάνδρῳ Μαγνησίαν ἐμοὶ δίδωσι. καὶ Λάμψακον μὲν ἠλευθέρωσα καὶ πολλῶ φόρῳ βαρυνομένην ἅπαντος ἀφῆκα, Μυοῦντα δὲ τὴν ἐν Μαγνησίᾳ καὶ αὐτὴν Μαγνησίαν καρποῦμαι. ἀλλ’ οὔτε τῆς ἐξουσίας οὔτε τῶν χρημάτων μετά τινος τέρψεως ἀσθανόμεθα, ἀλλὰ χρημάτων μὲν ἅλις εἶναί μοι καὶ ὅσα ἐνεργῆ τὴν φυγὴν μόνον ἡμῶν ἔσωζεν· (τῆς γὰρ νῦν παρούσης ἀφθονίας οὐδ’ οἱ φίλοι ὑμεῖς ἀπολαύετε), ἐξουσίαν δὲ τοιαύτην πῶς δυναίμεθ’ ἂν Ἕλληνες ὄντες ἀγαπᾶν; ὥστε περίστασιν ἐγὼ καὶ ἀνάγκην τὰ παρόντα μᾶλλον ἢ εὐτυχίαν ἡγοῦμαι. νῦν δὲ δὴ καὶ μᾶλλον ὑπὸ συμφορᾶς καταλαμβανόμεθα· μέμηνε γὰρ καὶ ἐγείρει τὴν ἐπὶ τοὺς Ἕλληνας στρατείαν βασιλεύς, καὶ ταῦτα ὑπὸ δευτέρας ἤδη κεκόμισται ἀγγελίας. καὶ ἡμᾶς ἄρα τοῦ στρατοῦ προβαλεῖται ἡγεμόνας καὶ Μήδους ὑποτάξει Θεμιστοκλεῖ, καὶ στατεύσομαι ἐπ’ Ἀθήνας ἐγὼ καὶ τῷ Ἀθηναίων ναυαρχήσοντι μαχοῦμαι; πολλὰ ἄλλα ἔσται, τοῦτο δὲ οὐδέποτε.