Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἔπεμψά σοι τὸ ἀργύριον οὐδ’ ὅσον ἐπαναβαλόμενος μετὰ τὸ λαβεῖν τὰ γράμματα, νομίζων οὐ χάριτος εἶναι τὸν καιρὸν μόνον, ἀλλὰ καὶ τάχους. τρία μὲν οὖν τάλαντα, ὡς ἠξίους, ἐπεδώκαμεν, ὅπως καταθεμένη τὴν ὑπὲρ τοῦ παιδὸς ζημίαν λύσῃς τὰς φυγὰς αὐτοῦ, καὶ μὴ ἐπὶ πλέον ἀλητεύῃ· πείρᾳ γὰρ οἴδαμεν τὴν τοῦ φεύγειν ἀτυχίαν ὅσον ἐστὶ κακόν. τρία δὲ παρ’ ἑαυτῶν ἀπεστείλαμεν, ἵνα τὰ δημιόπρατα τῆς οὐσίας ἀναλάβῃς. παραινῶ δὲ τοῦ λοιποῦ τῷ Κλεισθένει πολιτείας ἀπέχεσθαι καὶ μὴ τοιαύτας αἱρεῖσθαι πραγματείας ἐξ ὧν αἱ μὲν ὠφέλειαι πάσης γίνονται τῆς πόλεως, αἱ βλάβαι δὲ ἴδιαι τῶν προεστηκότων.

(2) καὶ εἰ τὰ οἰκεῖα μὴ οἷά τε σωφρονίζειν αὐτόν, τοῖς ἐμοῖς παραδείγμασιν ἀνεψιαδοῦ πρὸς μητρὸς ὄντος χρήσθω, ὅτι κἀγὼ διὰ πολιτείας ἄγνοιαν ἐκπεσὼν τῆς πατρίδος οὐδὲ τύραννος ὢν ἴσχυκα κατελθεῖν. οὐδὲν δὲ τερπνὸν οὕτως ἡγοῦμαι τῆς ἀρχῆς ὡς ἀνιαρὸν τὸ φεύγειν τὴν πατρίδα. ταῦτα δ’ ὑμῖν ἐπιστέλλω μὰ τοὺς θεοὺς οὐκ ἐφ’ οἷς δέδωκα ἀλγῶν, ἀλλ’ ἐφ’ οἷς πεπόνθατε ἀνιώμενος, οὐδ’ ὅπως μὴ πάλιν ποτὲ δῶ, ἀλλ’ ἵνα ὑμεῖς μὲν εἰς μηδὲν κακὸν ἀξιώσητε λαβεῖν, ἐγὼ δ’ εἰς εὐτυχίας αἰτούμενος ὑπὸ τῶν οἰκειοτάτων καὶ προθυμότερον καὶ πολυτελέστερον χαρίζωμαι.