Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἡμῖν μέν, ὦ Ἱμεραῖοι, τὴν γνώμην τὴν ἑαυτῶν καὶ σφόδρα δήλην ἐποιήσατε, ὅτι ὑμῖν οὐδὲν διαφέρει Φάλαριν ἐχθρὸν ἢ φίλον εἶναι. τὸ θεῖον δὲ καλῶς ἐποίησε, καὶ πείθομαι ὅτι ἔχω ἰσχυρὸν παρ’ αὐτοῦ σύμβολον τοῦ ὅτι καὶ τἄλλα χωρήσει μοι κατὰ νοῦν. ἐγὼ δὲ Κόνωνα μέν, ὥσπερ καὶ πρότερον ὑμῖν ἐπέστειλα, ἀποσφάξαι εὐθέως ἐκέλευσα, εἰδὼς πονηρὸν ὄντα καὶ οὔτε γονέας αὐτῷ οὔτε συγγενεῖς ἐν τῇ πόλει ὄντας. Δρωπίδαν δ’ ὑμῖν ἀπέπεμψα τιμήσας ὡς ἐνῆν· οὔτε γὰρ πονηρὸς ὑμῖν, οὔτε ἠδικηκὼς ἡμᾶς οὐδέν. περὶ δὲ Στησιχόρου βουλευσόμεθα.