Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Συμπέπεισμαι πρεσβευσαμένοις ὑμῖν δανεῖσαι χρήματα, καίπερ πρὸς τὸ παρὸν οὐκ εὐπόρως ἔχων διὰ τὸ συνεχῶς εἰς πολέμους ἀνηλωκέναι. ἀλλὰ προφάσεως οὔ φασι δεῖν πρὸς φίλους. πάθοιτε δὲ μηδὲν ὅμοιον τοῖς πολλοῖς, οἳ δανειζόμενοι μὲν τοῖς εὐφημοτάτοις ὀνόμασιν ἀποχρῶνται, ἀπαιτούμενοι δὲ τοῖς χαλεπωτάτοις, ἔργον οὔτε δίκαιον οὔτε εὐχάριστον ποιοῦντες. δεῖ γὰρ λαβόντα μεμνῆσθαι τῶν δεδωκότων καὶ μέχρι τῆς ἀποδόσεως ὁμοίους ἡγεῖσθαι τοὺς δεδανεικότας, καὶ εἴτε χρηστὸς εἴη, ὡς χρηστῷ διαλύεσθαι, εἴτε καὶ φαῦλος, ὡς φαύλῳ. καὶ γὰρ ἐπιεικεῖ καὶ μὴ τοιούτῳ δίκαιον ἀποδοῦναι τὸ πεπιστευμένον.

(2) ἐγὼ μὲν οὖν, ὦ Μελιταῖοι, καὶ ὅταν δανείζω καὶ ὅταν ἀπαιτῶ, εἷς εἰμὶ καὶ ἐμαυτῷ παραπλήσιος, οἱ δανειζόμενοι δὲ πρὸς τοὺς καιροὺς τὸν τρόπον ὥσπερ φασὶ τοὺς χαμαιλέοντας τὰ χρώματα πρὸς τοὺς τόπους ἀλλάττουσι καὶ λαμβάνοντες μὲν ὡς εὐεργέτην καὶ θεὸν ἐπαινοῦσιν, ἀπαιτούμενοι δὲ τύραννον καὶ οὐ καθαρὸν ἀποκαλοῦσιν. οἶδα δὲ καὶ τοῦτο, ὅτι πολλῷ κρεῖττόν ἐστιν ἰδιώτῃ δανείσαντα χρεωκοπεῖσθαι ἢ πόλει· ὑπὸ ἰδιώτου μὲν γάρ τις ἀποστερόμενος ἐχθρὸν ἕνα προσκέκτηται, καὶ τοῦτον ἀσθενῆ· ὑπὸ δὲ πόλεως ζημιοῦται μὲν οὐδὲν ἧττον, ἐχθροὺς δὲ πολλοὺς ἔχει καὶ οὐχ ἕνα. οὐ μὴν καταγνοίην ἂν ὑμῶν τοιόνδε τι, ἀλλ’ ἀνυπόπτως δίδωμι τὰ χρήματα· τά τε γὰρ ἄλλα μνήμονας ὑμᾶς ἐπίσταμαι καὶ περὶ τὰ συμβόλαια δικαιοτάτους καὶ πρὸς τοῖς ἄλλοις οὐδὲ τοῦτο ἀγνοοῦντας, ὅτι κατηγορία μᾶλλόν ἐστι πολλῶν ἀδικεῖν ἕνα ἢ ἑνὸς ὑπὸ πολλῶν ἀδικεῖσθαι. οὐ γὰρ εἰκὸς ἕνα πολλῶν, πολλοὺς δ’ ἑνὸς καταφρονεῖν εὐλογώτερον.