Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Σὺ μὲν ἴσως καὶ ἄλλοι συγγενεῖς, ὅσοις μάλιστα ἀχθομένοις ἐστὶ τὸ φεύγειν Κλεισθένην, νῦν ἔγνωτε κῶς βεβουλευμένον ἐπὶ τούτοις, ἐφ’ οἷς ἀπεστέρηται τῆς πατρίδος, ὅτ’ οὐδενὸς ἑτέρου καιρὸς ἢ μεταμελείας. ἐγὼ δέ, ὅτε μάλιστα πολὺς ἐν ταῖς τοῦ πολιτεύεσθαι κενοδοξίαις ἦν, τότε τὰ μέγιστα ᾤκτειρον αὐτὸν καὶ ἐπέστελλόν γε περὶ τούτων μαρτυρόμενος οἷ τελευτή- σοι. ὁ δ’ ὑπὸ τῆς ἡδονῆς τοῦ τιμᾶσθαι γαυριῶν ἐκπαθὴς ἧν, λήρους ἡμᾶς ὑποπτεύων γράφειν οὐκ ὄντας ἐμπείρους δημοκρατουμένης πόλεως, μᾶλλον δ’ οὐδὲ βουλομένους εἰδέναι τὸν ὑπὲρ τῆς πόλεως τὰ ἄριστα πράξαντα διὰ τὴν τυραννίδα, ἕως οὗ λαμπρότερον πνεύσας ἢ συνέφερε τοῖς ἰδίοις φυσήμασιν ἀνετράπη καὶ μετὰ ζημίας ἔγνω μεγάλης οὐ Φάλαριν ἀμαθῆ πόλεως εὐνομουμένης διὰ τὴν ἀρχήν, ἀλλ’ ἑαυτὸν ἀγνῶτα δήμου διὰ τὴν πρόσκαιρον εὐπραγίαν.

(2) ἐπα- γωγὸν γὰρ ὄχλος εἰς ἀτυχίας καὶ τὰς ἀρχὰς πρὸς τὰ τέλη διαφωνούσας ἔχων. ἐγὼ γοῦν καὶ πᾶς ὁ μὴ παραφρονῶν συρίττεσθαι μᾶλλον ὑπὸ πλήθους ἀκρίτου βουλοίμην ἂν ἢ τιμᾶσθαι· τὸ μὲν γὰρ ἔχθος αὐτοῦ τάχιον τοῦ ἁφθῆναι σβέννυται καὶ οὐδ’ ἐν οἷς ἀκμάζει καιροῖς ἐπιζήμιόν ἐστιν, ἡ δὲ τῆς εὐνοίας δόκησις φυγὰς ἢ θανάτους ἢ δημεύσεις ἢ τούτων γε μετριώτερον οὐδὲν φέρει. νὴ τὸν Δία τὸν μέγιστον, Ἡγήσιππε, ὡς ἴσμεν, οὕτως ἂν εἴποιμεν πρὸς σέ· δῆμος ἅπας ἄτακτος, ἄνους, ἄπρακτος, ἑτοιμότατος ἐφ’ ὅ τι ἂν τύχῃ μεταχθῆναι, ἄπιστος, ἀβέβαιος, ὀξύς, προδοτικός, ἐψευσμένος, φωνὴ μόνον ἀνωφελής, καὶ πρὸς ἔπαινον καὶ πρὸς ὀργὴν εὐχερής. τοῦτ’ ἔστι τὸ μετ’ ἐνδόξου προπηλακισμοῦ φθείρεσθαι, τὸ δήμῳ πολιτευόμενον ζητεῖν ἀρέσκειν. μεμήνασι δ’ ὅμως τινὲς εἰς τοῦτο ἀνοήτῳ καὶ δυσκαθέκτῳ ὁρμῇ, μᾶλλον δὲ λύσσῃ χρώμενοι.

(3) καὶ πολλοὶ παίδων ὄντες ἐρασταὶ τοσού- τους πόθους οὐκ ἔσχον εἰς τέκνα, καὶ χαίροντες γάμοις οὐχ οὕτως εἶδον ἀσμένως γυναῖκας, καὶ φιλόπλουτοι φύντες οὐ παραπλησίως ἔστερξαν χρήματα, καὶ φίλοπλοι καὶ μαχηταὶ καὶ φιλιππότροφοι νίκης ἕνεκα τῶν ἐν Ὀλυμπίασιν ἀγώνων οὐκ ἐπὶ τοσοῦτον ἥσθησαν ἑκάστοις τούτων, ὡς οἱ ἀθλίαν δόξαν καὶ τιμὴν ἀνόνητον καὶ κρότον ἐπὶ ζημίᾳ τῇ ἑαυτῶν ἀγρεύοντες. τοῖς δὲ τῶν τοιούτων ἐρασταῖς οἱ μὲν οἰκεῖοι συναχθεσθεῖεν

ἂν ὡς ἔνι μάλιστα, οἱ δ’ ἐχθροὶ τὰ μέγιστα πάντων ἐφησθεῖεν. ὑμεῖς δὲ παραμυθεῖσθε μὲν Κλεισθένη συγγενεῖς ὄντες, εἰ ἄρα δυσθύμως ἔχει, ὡς ἀνθρώπινόν τι πεπονθότα, ἀποτρέπετε δ’ ἐπὶ τοῖς αὐτοῖς φιλοτιμεῖσθαι ὡς ἀνήκεστα ἡμαρτηκότα.