Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἀμέτροις κέχρησαι λόγοις πρὸς Καμαριναίους, ἐγείρων αὐτοὺς εἰς τὸν κατ’ ἐμοῦ πόλεμον. εὖ μέντοι καὶ τόδε ἀφ’ ἡμῶν ἴσθι μὴ καλῶς πεπεικὼς αὐτούς, ὅτι οὐ λόγοις ἀπράκτοις ἀμυνούμεθά σε, οἷς εἰς ἡμᾶς ἄρχειν δοκεῖς, ἀλλ’ ἔργοις, ὧν οἱ πειραθέντες αὖθις

οὐκ ἐπεβούλευσαν. τοῦτ’ εἰδότες Καμαριναῖοι πεῖραν οὐ βούλονται λαβεῖν ὀργιζομένου Φαλάριδος· χαριζό- μενος γὰρ αὐτοῖς ἡδίων ἔδοξα.