Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τὴν Εὐβούλου καὶ τὴν Ἀριστοφῶντος γυναῖκα, τῶν ἐπιβουλευσάντων μοι, Περίσθενες, ἃς ἑλὼν αἰχμαλώ- τους ἔπεμψας ὡς ἀπολουμένας πρός με, σφόδρα σπου-

δάσας τὸ πρῶτον ἀνελεῖν σέσωκα. καὶ πάντως που θαυμάζεις ὅτι ὑφῆκα τῆς ὀργῆς· εἰ δὲ καὶ πύθοιο τὴν αἰτίαν, ὅτι δι’ εὐγενείας ὑπερβάλλουσαν ἀπόδειξιν, οὐδὲν πρὸς ἐμοῦ πεπόνθασι μᾶλλον ἂν ἔτι θαυμάσειας. ἐρωτώμεναι γὰρ ὑπ’ ἐμοῦ τὴν ἐπιβουλὴν εἰ συνῄδεσαν τοῖς ἀνδράσιν, οὐ μόνον ἔφασαν συνειδέναι, ἀλλὰ καὶ συνορμῆσαι τυραννοκτονεῖν. « ἀντὶ ποίας » δὲ « ἀδι- κίας » εἰπόντος μου « μείζονος ἢ ἐλάττονος εἰς ὑμᾶς ἐξ ἐμοῦ γενομένης; » « ἰδίας μὲν οὐδεμιᾶς, τῆς δὲ κοινῆς » ἀπεκρίναντο· κοινὴν γὰρ ἀδικίαν εἶναι τὸ καταδουλοῦσθαι πόλεις ἐλευθέρας. « τί παθοῦσαι τοιγάρτοι » πάλιν ἐπανερομένου μου « δίκην ἀποτίσαιτ’ ἄν μοι τοῦ μίσους τὴν κατ’ ἀξίαν; » « ἀποθανοῦσαι » προσέθηκαν. ζῆν δή, οὐ τεθνάναι κρίνας τὰς μετὰ τοιαύτης ἀρετῆς ἀποθνησκούσας φρονήματός τε τοσούτου, Περίσθενες, ἐγὼ δικαίως ἐφεισάμην, σύ τε πάνθ’ ὅσα μετὰ τούτων ἔλαβες, ὅτε ἡλίσκοντο, μεταπεμψάμενος αὐτῶν τοὺς ἀναγκαίους ἀπόδος, ἵνα περὶ μηδενὸς ὡς ἠδικη- μέναι μέμψωνται.