Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Περὶ τῶν αὐτῶν σὺ καὶ Δημοτέλης ἡμῖν συνεβουλεύετε, ἀποστῆναι τῆς τυραννίδος· ταῦτα δ’ οὐ δυσνοοῦντες, ἀλλ’ ἀγνοοῦντες δι’ ἀπειρίαν οὕτω συνεβουλεύετε· τὸ μὲν γὰρ ἄρξασθαι ῥᾷόν ἐστι τυραννίδος ὀρεγομένῳ, τὸ παύσασθαι δ’ οὐκέτι διὰ τὸ πολλὰ μὴ δεόντως πρᾶξαι, ὥσπερ οὐδὲ τοξότῃ μεθέντι τὸν οἰστὸν ἀναλαβεῖν τὸ βεβλημένον. ἀλλ’ εἰ μὲν δυνατὸν ὑμῖν ἐστὶν ἀνελεῖν τὴν ἀρχὴν τῆς τυραννίδος, καὶ δὴ ποιεῖτε· εἰ δὲ τοῦτό ἐστιν ἀδύνατον, ἀδυνατωτέραν ἴστε τὴν ὑμετέραν παραίνεσιν ἐμοὶ δόξαι συμφέρειν.