Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἐγὼ μέν, ὅπερ ἤδη πολλάκις ἐπεσταλκώς σοι τυγχάνω, κἂν Ἑρμοκράτης ἤ τις ἄλλος εἴρξῃ τὰς παρ’ ἐμοῦ δωρεὰς λαβεῖν τὴν Φιλοδήμου θυγατέρα γαμουμένην,

ἃ πέμπω δέδωκα, καὶ τὸν ἔπαινον ἴσον, μᾶλλον δὲ εὐκλεέστερον ἔχω, παρ’ ὅσον τοιούτοις συγγενέσιν ὁ τύραννος καὶ μηδὲν προσήκων ἀντεξετάζομαι. πρὸς δὲ τοὺς ὀνειδίζοντας, ὅτι χαριζόμενοι πείθομεν, ταύτην ἔχω τὴν ἀπολογίαν, τὸ μὴ δύνασθαι τοὺς εὐεργετουμένους ἀντὶ φιλοφροσύνης βίᾳ χρήσασθαι.