Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἐγὼ πάντα μὲν ὑπὲρ Στησιχόρου πράττειν ἕτοιμός εἰμι, κἂν εἰ πρὸς αὐτὴν ἔδει με τὴν Μοῖραν ὅπλα ἀράμενον περὶ τοῦ θανάτου διαγωνίσασθαι, οὐκ ἂν ὤκνησα, ἐφ’ ᾧ τε θεῖον ἄνδρα περὶ κάλλους ὑμνῳδίας ἐπαινούμενον ὑμῖν τε καὶ τοῖς ἄλλοις ἀνθρώποις περισώσασθαι, ὃν ἐξ ἁπάντων αἱ καθαρώταται θεαὶ Μοῦσαι προυτίμησαν ὑμνοπόλων, δι’ ὧν μέλη καὶ χοροὺς ἀνθρώποις ἐξήνεγκαν. λογίσασθε δὲ ὡς, ὅπου ποτ’ ἂν ταφῇ Στησίχορος, Ἱμεραῖός ἐστι, καὶ πάσης μὲν πατρίδος κληθήσεται διὰ τὴν ἀρετήν, μενεῖ δὲ ὑμέτερος. ἅμα δὲ μηδὲ οἴεσθε ἕνα τῶν νεκρῶν Στησίχορον, ἀλλ’ ἐν τοῖς ποιήμασιν εἶναι, ἃ κοινὰ πάντων ἀνθρώπων πεποίηται.

(2) δέξασθε δέ, ὦ Ἱμεραῖοι, παρὰ μὲν ὑμῖν γεννηθέντα τραφῆναι τὸν ἥρωα καὶ παιδευθέντα καταβιῶναι, γηράσκοντα ἐν ὕμνοις καὶ μέλεσι, παρὰ δὲ Καταναίοις τοῦτο βουληθεῖσιν, εἰς ἄλλο τι τῆς φύσεως μεταβαλούσης, τελευτῆσαι. καὶ ἐν μὲν Ἱμέρᾳ νεὼς ἱστάσθω, Στησιχόρου μνημεῖον ἀρετῆς ἀθάνατον, ἐν δὲ Κατάνῃ τὸ σπουδαζόμενον ὑπ’ αὐτῶν, τάφος. περὶ μὲν οὖν τούτου ὅπως ἂν ἄμεινον δόξῃ ὑμῖν αὐτοῖς πράσσετε, μήτε χρημάτων τὸ ἐπ’ ἐμοὶ μήθ’ ὅπλων ἐνδεεῖς εἶναι νομίζοντες μήτ’ ἀνδρῶν, ἓν δὲ προνοεῖσθε, ὡς οὔτε ἑλοῦσιν ὑμῖν πόλιν ἐν Σικελίᾳ Σικελιώταις οὖσιν εὐπρεπές, οὔτε μὴ ἑλοῦσιν ἀσφαλές.

(3) τὸν δ’ ἄνδρα μὴ στένετε μηδ’ ὀλοφύρεσθε, κινοῦντές τι τῆς ἐπ’ αὐτῷ τύχης· τέθνηκε μὲν γὰρ τὸ σῶμα τὸ Στησιχόρου, τοὔνομα δὲ παραλαβὼν ὁ ἀνήνυτος αἰὼν εὐκλεὲς μὲν ἐν βίῳ, μακάριον δ’ ἐν μνήμαις ἀναθήσει. τὰ μέντοι μέλη καὶ ἔπη καὶ παντοῖα ἄλλα ποιήματα παραινῶ καὶ δημοσίᾳ ἐν ἅπασι τοῖς ἱεροῖς ἀναγράψασθαι καὶ ἰδίᾳ ἕκαστον ἐν τῷ σφετέρῳ οἴκῳ· τότε γὰρ ἂν ἀφανίζοιτο Στησίχορος, ὅταν τούτων τι μὴ φυλάττηται. εἴς τε τοὺς ἄλλους ἀνθρώπους διαπέμψασθε ἐπιμελῶς, εἰδότες ὅτι μᾶλλον τοῦ γράψαντος ἀνδρὸς ἡ

θρέψασα πόλις τὸν τοιοῦτον ὑπὸ πάντων θαυμασθήσεται.