Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Εἰ μὲν ἀπὸ τῶν σεαυτοῦ τρόπων στοχαζόμενος ἀπιστεῖς ἐμοί, σύνεσιν ἐμοῦ καταδικάζεις, οὐ πονηρίαν· εἰ δ’ ἀπὸ τῶν ἐμῶν, ἀγνοίᾳ μου πολὺ διημάρτηκας. τοσοῦτον γὰρ ἀπέχω τοῦ παραβῆναι πίστιν, ὥστ’ ἀπ’ ἐμαυτοῦ καὶ τοῖς ἄλλοις πέρα τοῦ δέοντος προσέχων ὡς βεβαιοτέραν πίστεως ἔχουσιν εὐσέβειαν πολλάκις ἐσφάλην. ἧκε οὖν ἐμοὶ πεισθεὶς ἄνευ δόλου καὶ ἀπάτης, πεισόμενος μὲν ἄτοπον οὐδέν, μαρτυρήσων δὲ πρὸς ἅπαντας, ὅτι Φάλαρις οὐ ψεύδεται πίστιν.