Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τὰ μὲν ἄλλα τῆ ἐπιστολῆς σου πάντα καλῶς ἡγοῦμαι γεγράφθαι, τὴν δὲ παράκλησιν τὴν ἐπὶ τοῖς μέλλουσι περιττεύειν νυνὶ μάλιστα λογίζομαι. ἐγὼ γὰρ οὔτε τελευτὴν οὔτε τελευτῆς εἶδος φεύγω σωφρονεῖν ὑπολαμβανόμενος· εἱμαρμένη γὰρ οὐχ ὑπ’ ἀνθρώπων νομοθετεῖται. καθόλου δὲ τὸν ἐξετάζοντα περὶ τῶν ἐσομένων καλῶν ἢ κακῶν λίαν εὐήθη νομίζω, εἴ τις ἢ προγνῶναι τὸ μέλλον δύνασθαι πέπεισται ἢ προγνοὺς φυλάξασθαι. εἰ δέ τις τὸ μὲν προγνῶναι δυνατὸν ἡγεῖται, τὸ δὲ φυλάξασθαι ἀδύνατον, τοῦ χάριν ἐσπούδακεν εἰδέναι τὸ γενησόμενον, ὅπερ καὶ ἀγνοοῦντος καὶ γινώσκοντος ἔσται;

(2) οὐ μὴν ἀλλ’ εἰ σὺν τῷ γνῶναι καὶ τὸ φυλάξασθαι τοὐπιὸν ἀνυστὸν εἶναι φήσει τις, οἷός τε ἔσται καὶ διατάξαι καὶ μεταθεῖναι ἄλλον ἀντὶ τοῦ προγνωσθέντος χείρονος ἐπιεικέστερον τρόπον, ᾧ τελευτῆσαι δύναιτ’ ἆν; ἐγὼ μὲν οὐκ οἶμαι· θεοῦ γὰρ ἔργον τὸ τοιοῦτον, οὐκ ἀνθρώπου. ἐνθυμηθεὶς δέ τις τοὺς λεγομένους ἀπὸ τοῦ Διός, Αιακὸν καὶ Μίνω καὶ Ῥαδάμανθυν, καὶ τοὺς ἄλλους ἡμιθέους οὔτε ἀθανάτους γενομένους οὔτε ἄλλως ἀποθανόντας ἢ κατὰ τὴν ἰδίαν ἑκάστου εἱμαρμένην ἢ περὶ μοίρας ἢ θανάτου δυσανασχετῶν ἢ φοβούμενος ἐμπεδόφρων εἶναί σοι δοκεῖ; μάλιστα μὲν οὖν πειρῶ καὶ σὺ τοιαύτην διάνοιαν ἐν τοῖς ἰδίοις περὶ τῶν ἀφανῶν ἔχειν, ὠς μηδὲν περὶ αὐτῶν φροντιζεῖν, ἐπεί τοι περὶ ἡμῶν ὡς μηδὲν μεριμνώντων ἐπίστασο.