Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Μὴ συνάχθου μοι περὶ τῶν τραυμάτων ὧν τέτρωμαι κατὰ τὸν πόλεμον· τὸ μὲν γὰρ εὔνουν καὶ συμπαθές σου ἄγαμαι, τοσοῦτον δ’ ἀπέχω τοῦ βαρέως φέρειν ἐπὶ τοῖς τοιούτοις, εἰ καὶ παρ’ ὀλίγον ἦλθον ἐξ αὐτῶν ἀποθανεῖν, ὥστε, ἀπευκτοῦ τοῦ θανάτου ὄντος πᾶσιν ἀνθρώποις, εὐξαίμην ἂν καὶ τῆς εἱμαρμένης θᾶττον, εἰ καὶ πλείονά μοι χρόνον ἐπιτρέποι ζῆν, ἐν πολέμῳ τελευτῆσαι. τί γὰρ ἀνδρὶ γενναίῳ μεῖζον ἀγαθὸν ἢ περὶ ἀρετῆς καὶ νίκης ἀγωνιζομένῳ ἀπερεύξασθαι τὸν βίον;