Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ὁ Φιλοδήμου πλοῦς ἐπὶ τὴν ξένην, τοῦ σοῦ μὲν ἀνδρός, ἡμετέρου δὲ ἀμέμπτου φίλου, σοὶ μὲν εὐκλεῶς ἔοικε παραγίνεσθαι, τῇ θυγατρὶ δ’ ὑμῶν εἰκοστὸν ἤδη ἔτος οἰκουρούσῃ οὐκ εὐτυχῶς. ἡ μὲν γὰρ ἐπ’ ἀνδρὶ χηρεία χρόνους προσλαμβάνουσα πλείω ἀρετήν, ἡ δ’ ἐπὶ παιδὶ παρ’ ὥραν μηκυνομένη παρθενία διαβολὴν κτᾶται. πᾶσι γὰρ ἀνθρώποις αἴσχιστον δέδοκται καὶ νὴ Δία ἐστὶ παρὰ τοὺς τῆς φύσεως χρόνους θυγάτηρ οἰκουροῦσα. πάλαι γὰρ ἐχρῆν καὶ τὸν ἐκείνης βίον, ὥσπερ τὸν σόν, πρὸς ἄνδρα ἐπαινεῖσθαι.

(2) ἴσως μὲν οὖν ἀντὶ Φιλοδήμου παραμυθίαν ἡγῇ παῖδα ἔχειν, ἣν ἐκεῖνος καὶ σὺ ἐγείνασθε, σχέτλιον δὲ διὰ πόθον γαμέτου θυγατέρα ἀποστερεῖν γάμων, καὶ οὐχ ὅμοιον τοῦ μετ’ ὀλίγον ἥξοντος ἀφαιρεῖσθαι ἀνδρὸς καὶ οὗ μήπω πεῖράν τις ἔσχηκε καὶ συνήθειαν τοῖς τῆς φύσεως ἀναγκαζομένη νόμοις· ὅταν δὲ μηδὲ κεκμηκότων γονέων, μηδὲ δι’ ἔνδειαν χρημάτων, ὥσπερ νῦν, μεγάλης ἀτυχίας τεκμήριον τοῦτο. ὃ μηδαμῶς κατοιωνίζου, Κλεαινέτη· πεντατάλαντον γὰρ προῖκα κατέλιπεν αὐτῇ Φιλόδημος ἐκπλέων παρ’ ἡμῖν, καὶ οὐχὶ ταῦτα μόνον· ἔστι γὰρ αὐτῷ κοινὰ καὶ τὰ Φαλάριδος χρήματα. ὥστε οὐκ οἶδα, Κλεαινέτη, τί ἂν μέλλοις· οὐ γὰρ οἶμαι δεῖν μηδενὸς ὑστερίζουσαν εἰς τὸν γάμον τὴν Φιλοδήμου περιμένειν ἄφιξιν.

(3) ὅσα μὲν γὰρ εἰκὸς εἰς τὴν ἐκείνου παρουσίαν ἀναβαλέσθαι, μὴ φθάνωμεν· ὅσα δὲ αὐτὴ κατεπείγει ἡ φύσις ἀκόντων ἡμῶν, ἂν οἷόν τε, μὴ περιμένωμεν, ἐπεὶ τοὺς ἡμετέρους οὐκ ἀναδέχεται καιροὺς ἡ τῆς παιδὸς ὥρα. τάχα δὲ Φιλόδημος μὲν εἴργεται τοσούτοις ὅσοις πατέρα εἰκὸς εἴργεσθαι ἐξώρου θυγατρὸς οὔσης εἰς γάμον, σοὶ δὲ τοῦ κατέχειν οἴκαδε παρὰ τὸν νόμον τὴν παῖδα οὐδεμία πρόφασις· οὐ γὰρ οὕτως αὐτῇ πατρὸς εἰς τὸ παρὸν δεῖ ὡς ἀνδρός. σὺ δὲ κατὰ πολλὰς ἀνάγκας καὶ μεγίστην τῆς τύχης ἀπόντι τῷ πατρὶ προσνέμειν οἴει δεῖν καὶ παροῦσαν τὴν μητέρα. οὔκ, ἐάν γ’ ἐμοὶ πεισθεῖσα καὶ περὶ ἀνδρὸς εὐτυχῶς καὶ περὶ θυγατρὸς εὐπρεπῶς βουλεύσῃ.

(4) πολλὰ γὰρ καὶ ἕτερα καλῶς δίχα Φιλοδήμου δρῶσα πράγματα ἓν τοῦτ’ ἀντὶ πάντων κοινὸν ἐργάσῃ ἀγαθὸν καὶ γυναικὶ σωφρονούσῃ κόσμον οἶσον, κηδεύσασα κατὰ νόμους τὴν παῖδα. τὰ μὲν οὖν χρήματα Τεῦκρος οὑμός, ὁπόταν ἐθέλῃς, ἀπαριθμήσει· εἰ δέ του καὶ ἑτέρου δεῖ σοι πρὸς τὸν γάμον, ἐκεῖνος ὑπουργήσει. σὺ μόνον ἃ βούλει πρόσταττε. καὶ Φιλόδημον εὔχου μὲν ἐλθεῖν εἰς τὸν γάμον,

ὑπερβάλλου δὲ μηδαμῶς εἰς ἐκεῖνον ἥξοντα τοὺς τῆς παιδὸς χρόνους· καὶ τοῦ σῶον ἐκεῖνον εἶναι καὶ παρέσεσθαι καὶ τἄλλα μὲν ἔστω σοι μαρτύρια, μηδὲν δ’ ἧττον ἡ πρὸς αὐτὸν φιλοφροσύνη.