Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τοὺς ἐμοὶ περὶ τῶν κατὰ δίκην ἀναιρουμένων πολεμεῖν παρασκευαζομένους, Πολύδευκες, ἀκούσαντας καὶ σαφῶς εἰδότας περὶ ὅτου τοῦτο ποιήσουσι, τιμωροὺς ὁμολογεῖν δέον, σὺ μέντοι κατηγορῶν ἐν Συρακουσίοις ἐμοῦ, τὸ μὲν τιμωρὸς ὡς δεινὸς λέγεις, τὰς δ’ αἰτίας, ἃς μάλιστα ἔδει, ἐφ’ αἷς ταῦτα ἔπαθον ὡς ἀνήκεστοι, οὐδέποτε ἠξίωσας προσθεῖναι. ἐχρῆν γάρ, ὦ δημαγωγὲ Πολύδευκες, λέγειν μὲν τὸν θάνατον, ἐπιδείκνυσθαι δὲ τὴν πρόφασιν, ἵνα καὶ παρὰ τὴν αἰτίαν μᾶλλον ἐπαίρῃς τὰ πάθη καθ’ ὧν ἂν πολιτεύῃ. εἰ δὲ αἰσχύνεσθε γυμνῶσαι τὰς αἰτίας, ἐφ’ αἷς κατηγορεῖτε, τίνι δικαίῳ πολεμήσετε ἐπ’ αὐταῖς μὰ τοὺς θεοὺς οὐκ οἶδα.