Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἐκέλευσα ὑμῖν Στησίχορόν μοι ἀποστεῖλαι καὶ Κόνωνα καὶ Ἑρμοκράτην διὰ τάχους, ὑμεῖς δὲ ἀντὶ Ἑρμοκράτους καὶ Κόνωνος καὶ Στησιχόρου Σαμέαν καὶ Νίκαρχον ἐπέμψατε. ἐγὼ δὲ εἰ μέν, οἷον ὑμεῖς με ὑπετοπάσατε εἶναι, τοιοῦτος ἤμην, οὐκ ἂν ἠγνόουν, ὅτι δι’ ἐκείνους ἐμὲ ἀποδοῦναι ὑμῖν τι τῶν ἀνηκέστων ἐχρῆν, καὶ ἧκεν ἂν καὶ Στησίχορος καὶ Κόνων πρός με καὶ Ἑρμοκράτης εὐθέως. καὶ γὰρ Κόνωνος μὲν ὑμῖν πεπορνευκότος ἀνθρώπου ἐστί τις πρόνοια, Σαμέα δὲ καὶ Νικάρχου, ἐπιφανεστάτων ἀνδρῶν καὶ κάλλιστα ἐξ ἁπάντων ὑμῶν βεβιωκότων, οὐκ ἔστιν. ἀλλ’ οὔτε ἐπιεικεῖς ἄνδρας καὶ μηδέν με ἠδικηκότας μηδὲ τὴν πατρίδα τὴν ἑαυτῶν ἀδικεῖν ἐβουλόμην, οὔτε νόμον κοινὸν Ἑλλήνων καταλύειν. καίτοι ὑμεῖς γε πολλοὺς νόμους Ἑλλήνων κοινοὺς κατελύσατε, οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις, ἐν οἷς πρός με ἐπολιτεύεσθε· λόγῳ δ’ οὐδὲν δέομαι λέγειν αὐτός τε εἰδὼς καὶ πρὸς εἰδότας γράφων.

(2) ἀλλ’ οὐκ ἐμιμησάμην γε ὑμᾶς οὐδὲ μιμήσομαι ἐγὼ ὁ ἀνδροφόνος καὶ ἐναγὴς τοσούτοις ἄγεσιν, ἀλλ’ ἔπεμψα ὑμῖν τοὺς πρέσβεις, παρὸν δυοῖν θάτερον ἀμογητὶ ἔχειν, ἢ ἐκείνους ὑμᾶς ἀναγκάσαι ἀντὶ τούτων πέμψαι, ἢ εἰς τοὺς ἐν χερσὶν ὄντας ἀφεῖναι τὴν πρὸς ἐκείνους ὀργήν. καὶ μὴν εἰς τοῦτό γε ἤδη κατέστησε τὰ πράγματα ἡμᾶς καὶ αἱ ἀνάγκαι τοῦ μὴ δικαίως βιοῦν, ὥστε μηδὲν παρὰ τοῦτο χείρους ἡμᾶς νομισθῆναι ἀποκτείναντας τοὺς πρέσβεις ὑμῶν, μηδὲ ἀμείνους σώσαντας. πέφυρται γὰρ ἤδη τἀμὰ

καὶ μεμίανται, καὶ οἶδα ὅτι μικρὰ ῥοπὴ ἔτι ἡμῖν εἰς εὔνοιάν τε καὶ μῖσος ἀνθρώπων δίκαιον ἢ μὴ δίκαιόν τι πράσσειν. καὶ εἰς τοῦτο οὐχ ἥκιστά με ὑμεῖς γ’, ὦ Ἱμεραῖοι, τὸ σχῆμα κατεστήσατε καὶ οἱ ἄνδρες ὑμῶν ἐκεῖνοι.

(3) καὶ τῶν μὲν ἄλλων, ὅσα ἔπαθον δι’ αὐτοὺς κακά, ἔστι καὶ συγγνῶναι τοῖς αἰτίοις καὶ καταχέαι λήθην τῶν γεγονότων· τοῦ δὲ μὴ ἐξεῖναι δίκαιόν τι πράσσειν τίνα ἄν τις αὐτάρκη δίκην εἰσπράξαιτο παρὰ τῶν αἰτίων; ἐπεὶ τίνας ἦν δικαιότερον ἀπολαῦσαι τῆς ἡμετέρας ἀδικίας ἢ δι’ οὓς ἀνάγκη ἀδικεῖν ἡμᾶς ἐστίν; ἀλλ’ ὅμως, ὦ Ἱμεραῖοι, ταῦτά γε ἅπαντα σκοπῶν καὶ ὀργιζόμενος καὶ τύραννος ὢν καὶ ἔχων, εἰ καὶ πάνυ οὓς οὐκ ἐβουλόμην, ἀλλ’ ὧν γ’ ἀναιρεθέντων ἐμέλλομεν ὑμᾶς οὐδὲν ἧττον ἀνιάσειν, ἐφεισάμην αὐτῶν καὶ ἀπέπεμψα ἑστιάσας. εἰ μὲν οὖν καὶ αὐτοὶ τὰ δίκαια ἐν μέρει ποιεῖν ἐθελήσετε, λογισάμενοι ὅτι οὐχ ἅπασαν ὀργὴν * *, ἐὰν εἰς δύο ἄνδρας ἢ τρεῖς ἅπαντα ἀποστρέψητε τὰ τῇ πόλει ἐπικρεμάμενα δεινά· εἰ δὲ Κόνων ὁ τέως ὑφ’ ἑκάστου ὑμῶν εἰς τὸ σῶμα παροινούμενος σώζεται, αὐτοῖς βάθροις ὑπομενεῖτε ἀνάστατον ἅπασαν γενέσθαι τὴν πόλιν. πειράσομαι γὰρ ὑμῖν μηδὲν ἐπιεικέστερος φανῆναι ἢ ὑμεῖς νομίζετε.