Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(2) προύλεγον μὲν γάρ, ἵνα μὴ γένηται· γεγονότων δὲ διὰ τὴν τύχην συνατυχῶ καὶ τῇ τύχῃ οὐκ ὀνειδίζω, ἀλλ’ ἵνα μὴ μείνῃ τοιαῦτα, ὡς ἔνεστι πεφιλοτίμημαι. ταῦτα μὲν οὖν παρὰ τῆς σεαυτοῦ μητρὸς ἥκων ἄμεινον ἂν μάθοις· σὺ δὲ σχέτλιος, ὃς οὐδ’ ἐκπεσὼν τῆς πατρίδος παρ’ ἡμῖν ἐβουλήθης ὡς εὐνουστάτοις τὰς φυγὰς ἀναπαῦσαι. τοῦτο δὲ εἰ μὲν ἄλλου του χάριν εἵλου, δίκαιος οὐκ ἂν εἴης περὶ ἡμᾶς· εἰ δ’ ὡς ὀνειδισθησόμενος ᾐδέσθης τοὺς προειπόντας καὶ οὐ πείσαντας, μικροῦ δέω λέγειν ὅτι καὶ ἥδομαι οὕτω σου σωφρονοῦντος, αἰσχυνόμενος γὰρ ἐπὶ τοῖς προειρημένοις οὐκ ἂν ἐπὶ τοῖς αὐτοῖς ἁλίσκοιο ἁμαρτάνων.