Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἐρρωμενέστερον ἀδικοῦμαι τῷ παντὶ ἢ τιμωροῦμαι.

Πολύδευκες, οὐχ ὥσπερ ἔφησθα καὶ πάσχειν με δεινὰ καὶ δρᾶν. ἐγὼ μὲν γὰρ καὶ δὶς καὶ τρὶς ἀδείας τοὺς αὐτοὺς τῶν ἐπιβουλευσάντων ἠξίωσα, τῶν δ’ ἀδικούντων οὐδείς ἐστιν, ὅστις ἐπὶ τοῖς πρώτοις ἁλοὺς κακοῖς ἔπειτα τὸ δεύτερον πονηρὸς ὀφθῆναι ᾐδέσθη.