Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ὑμεῖς μὲν ἴσως ἐμαυτῷ πλεοναζούσας δοκεῖτε ποινὰς τετικέναι ὧν εἰς ἐμὲ καὶ τοὺς ἐμοὺς παρηνομήσατε, ἀντὶ μὲν ἀνδρῶν τριάκοντα ὧν ἀσεβῶς κατεπυρπολήσατε πεντακοσίους ὁπλίτας ἀπολωλεκότες, ἀντὶ δὲ ταλάντων ἑπτὰ ὧν διηρπάσατε πλείστας ἀπεστερημένοι προσόδους· ἐγὼ δὲ προοίμιον ὑμῖν ὧν μέλλετε πάσχειν ὑπ’ ἐμοῦ τὰ νῦν γεγονότα καταγγέλλω, ἵν’ ἃ δι’ ἐμαυτὸν συμμαχήσαντα τοῖς ἐχθροῖς ὑμῶν πεπόνθατε ὁμολογεῖν αἰσχύνησθε. οὐ μὴν ἀνήσω γε τὴν πρὸς ὑμᾶς δυσμένειαν, ἕως ἂν ἡ διοικούσα πρόνοια τὴν αὐτὴν ἁρμονίαν τοῦ κόσμου φυλάττῃ. ἐξοίσω δὲ τὸν πρὸς ὑμᾶς πόλεμον οὐχ ὑπὲρ ἐμαυτοῦ τοσοῦτον ὅσον ὑπὲρ θεῶν τῶν πάντα καὶ σώζειν καὶ φθείρειν δυναμένων, εἴ γε θείας ψυχῆς, ὥσπερ τὰ λοιπὰ τῆς φύσεως στοιχεῖα, καὶ τὸ κατὰ τὴν Αἴτνην πῦρ μεμοίραται, εἰς ὃ τοὺς ἱκέτας ἀθέως βαλόντες οὐ Φάλαριν ἐχθρόν, ἀλλὰ τὸν πάντων ἐπόπτην ἥλιον ἐπικέκτησθε.