Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Πολλὰ καὶ δεινὰ βεβούλευσαι κατ’ ἐμοῦ, Κλεόδικε, παρὰ τὴν ὑπάρχουσαν δύναμιν. πόθεν γὰρ σοὶ τὸ ἐλπίσαι κακῶς ποιήσειν Φάλαριν, χαριουμένῳ τῇ τοῦ Θρᾳκὸς τοῦ βυρσοδέψου θυγατριδῇ, Αὐτάνδρου δὲ γυναικί, τοῦ τὸν δεσπότην ἑαυτοῦ κτείναντος, ἐξ ὧν οὕτω πλουτῆσαι, αὐτῷ συνέβη, καίπερ τοῖς τῆς φύσεως νόμοις ἐνυβρικότι; οὐ μὴν εἰς τοῦτό γε προαχθήσομαι τῆς ὀργῆς, ὥστε τὰ σοὶ πεπραγμένα λόγῳ διεξελθεῖν. ἐὰν γάρ σε ἄξιον ἀμύνης ἡγησώμεθα, οὐκ ἐν λόγοις βουλησόμεθα μόνον, ἀλλ’ ἐν ἔργοις δυνησόμεθα, ἅπερ εἰς ἡμᾶς ὠρέχθης ἐξαμαρτάνειν, εἰς κεφαλὴν σοί τε καὶ τῷ σῷ γένει τρέψαι.