Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἀχθομένῳ σοι βαρέως ἐπὶ τῇ τοῦ παιδὸς τελευτῇ πᾶσα συγγνώμη, κἀγὼ δὲ σφόδρα συμπαθῶν, ὡσεὶ τῶν οἰκείων τὸ συμβεβηκὸς ἡγούμενος, μεῖζον ἄχθομαι, καίτοι στερροτέρᾳ φύσει πρὸς τὰ τοιαῦτα

χρώμενος διὰ τὸ μηδὲν ὄφελος ὁρᾶν μηδὲ τοῖς ἀμέτρως ἀνιωμένοις. παραμυθία δέ σοι ἔστω μεγάλη τῆς ἐπ’ αὐτῷ συμφορᾶς πρῶτον μέν, ὅτι ὑπὲρ πατρίδος ἀγωνιζόμενος ἐν πολέμῳ σὺν ἀριστείᾳ τέθνηκεν, εἶθ’ ὅτι νικῶν καλλίστου τέλους ὑπὸ τῆς εἱμαρμένης ἠξίωται, τὸ δὲ τελευταῖον ὅτι μηδὲν ἁμαρτὼν παρὰ τὸν βίον ἐπεσφράγισται τὴν ἰδίαν ἀρετὴν θανάτῳ. ὁ μὲν γὰρ ἐν τῷ ζῆν ἀγαθὸς ἄδηλον εἰ μὴ μεταβαλεῖ πρὸς τὸ χεῖρον· αἱ τύχαι γὰρ ἀνθρώπων τὸ πλεῖστον, οὐχ αἱ γνῶμαι κρατοῦσιν· ὁ δὲ τελευτήσας ἀκατηγόρητος ἐν τῷ καλλίστῳ σχήματι τῆς δόξης καθίδρυται. μίσας οὖν ἀξίας παρ’ αὐτοῦ χάριτας ἀπειληφέναι γενέσεως καὶ ἀνατροφῆς τὸ καλὸν κἀγαθὸν μέχρι τέλους αὐτὸν γεγονέναι, ταύτην αὐτῷ τὴν ἀμοιβὴν ἀντίδος, τὸ πράως καὶ μετρίως τὴν ἐπ’ αὐτῷ λύπην ἐνεγκεῖν.