Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ὀλιγωρίαν μέν σου τοσαύτην περὶ ἐμὲ οὐκ ἤλπισα ἔσεσθαι οὐδ’ ἐβουλόμην προσδέξασθαι, θαυμάζω δὲ τὴν συντυχίαν, δι’ ἣν οὐδὲν τέως ἥκει μοι παρὰ σοῦ γράμμα, καὶ ταῦτα συνεχῶς γραφόντων τῶν ἄλλων φίλων. ὑπὲρ μὲν οὖν τῶν γεγενημένων ἐγὼ αὐτὸς ὑπὲρ σοῦ ἀπολογήσομαι, τὸ δὲ λοιπόν, εἴτε οἱ μὴ ἀποδιδόντες αἴτιοι γεγόνασι, φύλαξαι τοῦτο τῷ συνεχῶς γράφειν· οὕτω γὰρ καὶ τῶν ἀποδωσόντων ἐπιτεύξῃ· εἴτε σὺ μὴ γράφων, φύλαξαι καὶ τοῦτο. ῥᾳδία δέ ἐστιν αὐτοῦ φυλακή. καίτοι γε ἦν τι ἐν τῇ ἡμετέρᾳ φιλίᾳ τοσοῦτον, ὅσον καὶ τὰ δυσχερῆ νικᾶν δύνασθαι. ἢ ἐπιλέλησαι τοῦ Ἡραίου καὶ τοῦ Καλλιχόρου καὶ τῶν παρὰ Καλλισθένει διατριβῶν καὶ ὅσοις ἄλλοις τὰς ἑαυτῶν ψυχὰς ἐκεράσαμεν, ἢ αὐτὸς μὲν οὐκ ἐπιλέλησαι, ἐμὲ δὲ φιλοσοφίας γευσάμενον ἀμνημονεῖν αὐτῶν ὑπολαμβάνεις; ἀλλ’ οὐ προσήκει σοι οὔτε αὐτῷ φαύλως ἔχειν περὶ τὴν φιλίαν οὔτε περὶ ἐμοῦ φαῦλα εἰκάζειν, ἀλλὰ καὶ ὡς μεμνημένον αὐτῆς καὶ ὡς μεμνημένῳ γράφειν συνεχέστερον.