Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(3) οἶμαι δὴ πάσῃ φιλανθρωπίᾳ δέξασθαί σε δεῖν τὸν ἄνθρωπον καὶ εἰπεῖν ἐπὶ τέλει ὅτι « οὕτως ἀμείϐεται Χίων τοὺς βλασφημήσαντας· τοῦτο γὰρ ἕν ἐστι τῶν μαθημάτων αὐτοῦ, ἃ σὺ ἐχλεύαζες, τὸ μηδένα κακὸν ἀμύνεσθαι μέχρι τοῦ μὴ αὐτὸν ἀγαθὸν εἶναι. » τοῦτο δὲ ἔσται, ἐὰν εὐποιίαις αὐτοὺς ἀμυνώμεθα. οἶδα μὲν οὖν ὅτι οὐδὲν πείσεται ἄτρωτος

τὴν ψυχὴν ὑπὸ μωρίας, ὅμως δ’ οὖν ἡμῶν αὐτῶν χάριν γενέσθω τοῦτο τὸ πολίτευμα. τάδε περὶ αὐτοῦ λελυμένως καὶ ἀπροκαλύπτως ἐδήλωσα, πρὸς ἄλλον μὲν οὐδέν ποτε βλασφημήσας τῶν ὄντων οὐδένα, πρὸς σὲ δὲ τὸν ἐμὸν νοῦν ὑπὸ μηδενὸς παραμπεχόμενον λόγου ἁπλοῦν καὶ σαφῆ δικαιῶν εἶναι.