Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(7) ταῦτα ηὐχόμην τε καὶ ἐσπούδαζον μαθεῖν, πολιτείας

δὲ (ἀνέξῃ γὰρ μετὰ παρρησίας μου λέγοντος) οὐδὲ μεμνῆσθαι ἠξίουν, ἔμαθον δὲ ἄλλα τε πολλὰ καὶ ταῦτα, οἷς νῦν χρήσομαι πρός σε, τὸν μὲν μὴ ἀδικοῦντα τιμᾶν, τὸν δὲ ἀδικοῦντα εὐεργεσίαις ἀμύνεσθαι, εἰ δὲ μή γε, ἡσυχίᾳ· καὶ φίλον μὲν τιμιώτατον ἡγεῖσθαι, ἐχθρὸν δὲ μηδένα ἑαυτῷ κατασκευάζειν, ἀλλὰ καὶ τὸν ὄντα φίλον ποιεῖσθαι, καὶ μηδὲν τηλικοῦτον νομίζειν κακόν, ὅσον ἂν ταράξειε τὴν ψυχὴν καὶ τῶν οἰκείων ἔργων ἀποτρέψειε πρὸς ἕτερα. ἆρά γε ἐπιβούλῳ μοι νομίζεις χρῆσθαι ταῦτα εἰδότι; μηδαμῶς, ἀλλὰ σοὶ μὲν ἀποκείσθω πολέμων ἔργα καὶ πολιτειῶν, ἡμῖν δὲ τῆς σῆς τοσοῦτον ἀποτετμήσθω τυραννίδος, ὅσον ἀταράχῳ ἀνδρὶ δοκεῖ ἐνησυχάσαι. πείθομαι δ’ ὅτι, ἢν καὶ διαλέγεσθαί με ἐφῇς τοῖς φίλοις, ἠρεμαίους ἂν αὐτοὺς ποιήσαιμι καὶ ἀπολιτεύτους ὧν σὺ βούλει, διεξιὼν τὰ ἀεὶ ἡμῖν μελετώμενα ἡσυχίας ἐγκώμια, ἐπεὶ καὶ τελέως ἂν εἴην μὴ ταῦτα φρονῶν ἀχάριστος.

(8) φέρε γάρ, εἴ μοι ταραττομένῳ τι ὧν σὺ ὑποπτεύεις ἡ πρᾳεῖα ἐπισταίη θεὸς ἡσυχία καὶ ταῦτα λέγοι, « ἀχάριστος εἶ καὶ πονηρός, ὦ Χίων, καὶ οὔτε τῶν καλῶν ἐκείνων μαθημάτων οὔτε ὅλως σεαυτοῦ μνήμην ἔχεις. ἐμοὶ χρώμενος δικαιοσύνην ἤσκησας καὶ σωφροσύνην ἐκτήσω καὶ θεὸν ἔμαθες καὶ τὴν σεαυτοῦ πρὸς αὐτὸν συγγένειαν ἀνενεώσω καὶ τῶν ταπεινοτέρων τούτων, θαυμαστῶν δὲ τοῖς ἄλλοις κατεφρόνησας, φιλοτιμίας καὶ πλούτου καὶ ὅσα τούτοις ὅμοια. εἶτα νῦν, ὅτε ἀποδιδόναι σε δεῖ τὴν χάριν μείζονι ἤδη νόμῳ καὶ κρείττονι ψυχῇ συνόντα μοι καὶ διαλεγόμενον, ἀπολείψεις με οὐδὲ μεμνημένος, ὅτι οὐ τὰ ἄλλα μόνον ἐκ φιλοσοφίας ἔμαθες, ἀλλὰ καὶ τὸ ζητεῖν δεξιῶς ἃ μήπω σἶδας. καὶ πῶς ἂν σύ γε ζητήσειας ἢ εὕροις ἐμοῦ στερόμενος; »

(9) ταῦτ’ εἰ λέγοι, τί ἂν ἀποκριναίμην πρὸς αὐτὴν δίκαιον; ἐγὼ μὲν γὰρ οὐδὲν ὁρῶ. ἀλλὰ μὴν εὖ ἴσθι, ὡς ἐγὼ ταῦτα πρὸς ἐμαυτὸν ἀεὶ λέγω (λέγει γὰρ ἕκαστος πρὸς ἑαυτὸν ἃ φρονεῖ ) καὶ οὐκ ἄν ποτε αὐτῶν ἀπολειφθείην. ὥστε οὐδέν σοι δέος ἐξ ἡμῶν εὔλογον· οὐδὲ γὰρ οὐδ’ ἅψεται τῶν σῶν πραγμάτων ἡ ἐμὴ ἡσυχία.