Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

’Εν Ἀθήναις μοι φιλοσοφίας χάριν διατρίβοντι τῶν κοινῶν τινες φίλων καὶ ὁ πατὴρ ἔγραψαν ὡς δι’ ὑποψίας εἴην πρός σε, καὶ τὰς αἰτίας ἐκέλευον ἀπολύσασθαι· τοῦτο γὰρ δίκαιον εἶναι καὶ αὐτῷ μοι ἄμεινον ἐγὼ δὲ ὅτι μὲν ὀρθῶς παρῄνουν ταῦτα, σαφῶς ᾔδειν, ἠγνόουν δὲ ἀφ’ ὧν διεβλήθην, καὶ τοῦτό μοι πρὸς τὴν ἀπολογίαν ἦν ἄπορον· οὔτε γὰρ αὐτὸς παρῆν, ὅτε περιεβάλου τὴν ἀρχήν, οὔτε ἀπὼν ἐδυνάμην ε’ναντιοῦσθαι οὔθ’ ὅλως ἢ λόγος ἢ ἔργον τι τῶν ἐμῶν ἐπίμιξίαν τινὰ ἔσχε πρὸς τὰ αὐτόθι πράγματα. τίνες οὖν αἱ διαπόντιοι πρὸς μόναρχον ἐναντιώσεις ἀνθρώπου μετ’ ὀλίγων οἰκετῶν ἀποδημοῦντος οὐκ ἐγὼ ηὕρισκον, καὶ διὰ τοῦτό γε ἠπόρουν ἀπολογίας, ὅτι οὐδὲν ἑώρων τὸ κατηγορούμενον.

(2) οὐκ ἠπόρουν δὲ πάλιν τῷ μηδὲν ἐννοεῖσθαι τοιοῦτον, ὁποῖον ἴσως ὑποπτεύομαι, ἀλλὰ καὶ πάνυ ἔχων πείθειν σε, ὅτι ἡ ἐμὴ ψυχὴ οὐδενὶ εὐέμβατός ἐστι τῶν τοιούτων βουλευμάτων. οἶμαι μὲν οὖν, εἰ καὶ μὴ ἐπεφιλοσοφήκειν, ἱκανὸν ἂν γενέσθαι τεκμήριον τοῦ μὴ ἀπεχθῶς ἔχειν πρός σε τὸ μηδὲ ἠδικῆσθαί τι ὑπὸ σοῦ. οὐδὲ γὰρ οἱ ἀφιλοσόφητοι μὴ παντάπασί γε μανέντες, καθ’ ἡδονήν τινα τὰς

ἀπεχθείας ἐπαναιροῦνται, οὐδ’ ἔρωτάς τινας ὥσπερ παιδικῶν ἐπιτηδευμάτων οὕτῳ καὶ μίσους λαμβάνουσι, (πολλοῦ δεῖ), ἀλλὰ καὶ πάνυ ἐπίστανται, ὅτι οὐδὲν ἀνθρώποις ἀπεχθείας ἀνιαρότερον· ὅταν δὲ ὑπὸ ἀνηκέστου τινὸς διαιρεθῶσιν ἀπὸ ἀλλήλων τὰς ψυχάς, τότε ἀπεχθάνονται, καὶ οὐδὲ τότε ἑκόντες.

(3) ἡμῖν δὲ μέχρι τῆς νῦν ἡμέρας οὐδὲν οὔτε μέγα οὔτε μικρὸν ὑπῆρκται πρὸς ἀλλήλους ἀπεχθείας ἔργον, ἀλλὰ σοὶ μὲν οὐδὲν πλέον ὑπονοίας καὶ λόγου, ἐγὼ δὲ καθαρεύω τὴν ψυχὴν καὶ ἀπὸ τούτων. τί οὖν βουλόμενος ἐξαίφνης στασιάζω πρός σε, καὶ ταῦτα μηδέπω καὶ τήμερον ἑορακὼς ἀρχομένην ὑπὸ σοῦ τὴν πατρίδα; ἢ νὴ Δία φυσῶσί με αἱ πολλαὶ τριήρεις καὶ οἱ ἱππεῖς, ἵνα, εἰ μηδὲν ἄλλο, ὑποπτεύῃς τό γε δύνασθαί με ἐχθρὸν εἶναι; ἀλλὰ ἀπεδήμησα μὲν σὺν ὀκτὼ θεράπουσι καὶ φίλοις δύο, Ἡρακλείδῃ καὶ Ἀγάθωνι, ἀναλύω δὲ δύο τῶν οἰκετῶν ἀποβαλών. ταῦτα δὲ οὐκ οἶδ’ ὅπως πείθουσί σε ἱκανὴν εἶναι παρασκευὴν ἐπὶ σέ· ἐκεῖνο δ’ οὐ σκοπεῖς, ὅτι, εἰ συνῄδειν ἐμαυτῷ δικαίως ὑποπτευομένῳ, οὐκ ἄν ποτε ἑκὼν ἐμαυτὸν ἐνεχείριζον τῷ ὑποπτεύοντι.

(4) ἢ οὕτω τι ἐραστὴς ἀπεχθειῶν εἰμι, ὥστε μηδὲ τὴν πρὸς ἐμαυτὸν φυλάττειν φιλίαν, ἀλλ’ ἑκοντὶ ἐγχειρίζειν τὸ σῶμα τοῖς δικαίως αὐτὸ τιμωρησομένοις; ἀλλὰ ταῦτα μὲν καὶ τοῖς μὴ φιλοσοφήσασιν ἱκανή, μᾶλλον δὲ πέρα τοῦ ἱκανοῦ ἀπολογία. ἐγὼ δὲ οὐδ’ ἄλλως ἀφυὴς γενόμενος πρὸς τὰ ἐκ φιλοσοφίας ἀγαθὰ συνέλαβον τῇ φύσει ὡς μάλιστα ἐνῆν, καὶ νεανίας γενόμενος οὐκ ἀρχὰς οὐδὲ φιλοτιμίας εἱλόμην, ἀλλὰ εὐθέως θεατὴς ἤρων γενέσθαι τῆς φύσεως τῶν λόγων. καὶ οὗτός με ὁ ἔρως ἤγαγεν εἰς Ἀθήνας καὶ Πλάτωνι ἐποίησε φίλον, καὶ μέχρι γε νῦν οὔπω αὐτοῦ πέπλησμαι.

(5) φύσεως μὲν οὖν οὕτως ἔσχον πρὸς ἡσυχίαν, ὡς ἔτι παντελῶς νέος ὢν καταφρονῆσαι πάντων, ὅσα ἄρχειν ταρακτικωτέρου βίου δύναται, ἐλθὼν δὲ εἰς Ἀθήνας οὔτε ἐκυνηγέτουν, οὔτε ναύτης εἰς Ἑλλήσποντον ἐπὶ Λακεδαιμονίους σὺν Ἀθηναίοις ἔπλεον, οὔτε ταῦτα ἐπαιδευόμην, ἀφ’ ὧν τυράννοις καὶ βασιλεῦσιν ἐχθρὸς ἔσομαι, ἀλλ’ ἀνδρὶ ἡσυχίας ἐραστῇ διελεγόμην, τὸν ἔγγιστα θεῷ λόγον παιδευόμενος. καί μοι πρῶτον ὑπ' αὐτοῦ παρηγγέλθη ἡσυχίαν ποθεῖν· ταύτην γὰρ τοῦ κατὰ φιλοσοφίαν λόγου φῶς εἶναι, τὴν δὲ πολιτείαν καὶ πολυπραγμοσύνην ὥσπερ ζόφον τινὰ ἐπικαλύπτειν καὶ ἀνεύρετον ποιεῖν τοῖς ἐρευνῶσιν.

(6) ὡς δὲ οὔτε πεφυκέναι κακὸς ἐδόκουν πρὸς αὐτὴν οὔτε πείθεσθαι ῥᾳδίως περὶ αὐτῆς, τηνικαῦτα ἤδη θεὸν πάντων ἐπόπτην καὶ κόσμου κατασκευὴν ἐμάνθανον καὶ φύσεως ἀρχὰς ἑώρων καὶ δικαιοσύνην τιμᾶν ἐδιδασκόμην καὶ ὅσα τοιαῦτα ἄλλα παιδεύει φιλοσοφία. καὶ οὐδὲν οὐχ ὅπως τοῦ εἰδέναι ταῦτα ἀλλ’ οὐδὲ τοῦ ζητεῖν τιμιώτερον. τί γὰρ κάλλιον ἢ ἄνθρωπον ὄντα θνητῆς φύσεως καὶ θεοῦ κεκραμένον μοίρᾳ μόνοις εὐκαιρεῖν τοῖς ἀθανάτοις ἑαυτοῦ καὶ ταῦτα πρὸς τὸ συγγενὲς ἄγειν; συγγενῆ δὲ τῷ θείῳ τὰ θεῖα λέγω,

(7) ταῦτα ηὐχόμην τε καὶ ἐσπούδαζον μαθεῖν, πολιτείας

δὲ (ἀνέξῃ γὰρ μετὰ παρρησίας μου λέγοντος) οὐδὲ μεμνῆσθαι ἠξίουν, ἔμαθον δὲ ἄλλα τε πολλὰ καὶ ταῦτα, οἷς νῦν χρήσομαι πρός σε, τὸν μὲν μὴ ἀδικοῦντα τιμᾶν, τὸν δὲ ἀδικοῦντα εὐεργεσίαις ἀμύνεσθαι, εἰ δὲ μή γε, ἡσυχίᾳ· καὶ φίλον μὲν τιμιώτατον ἡγεῖσθαι, ἐχθρὸν δὲ μηδένα ἑαυτῷ κατασκευάζειν, ἀλλὰ καὶ τὸν ὄντα φίλον ποιεῖσθαι, καὶ μηδὲν τηλικοῦτον νομίζειν κακόν, ὅσον ἂν ταράξειε τὴν ψυχὴν καὶ τῶν οἰκείων ἔργων ἀποτρέψειε πρὸς ἕτερα. ἆρά γε ἐπιβούλῳ μοι νομίζεις χρῆσθαι ταῦτα εἰδότι; μηδαμῶς, ἀλλὰ σοὶ μὲν ἀποκείσθω πολέμων ἔργα καὶ πολιτειῶν, ἡμῖν δὲ τῆς σῆς τοσοῦτον ἀποτετμήσθω τυραννίδος, ὅσον ἀταράχῳ ἀνδρὶ δοκεῖ ἐνησυχάσαι. πείθομαι δ’ ὅτι, ἢν καὶ διαλέγεσθαί με ἐφῇς τοῖς φίλοις, ἠρεμαίους ἂν αὐτοὺς ποιήσαιμι καὶ ἀπολιτεύτους ὧν σὺ βούλει, διεξιὼν τὰ ἀεὶ ἡμῖν μελετώμενα ἡσυχίας ἐγκώμια, ἐπεὶ καὶ τελέως ἂν εἴην μὴ ταῦτα φρονῶν ἀχάριστος.

(8) φέρε γάρ, εἴ μοι ταραττομένῳ τι ὧν σὺ ὑποπτεύεις ἡ πρᾳεῖα ἐπισταίη θεὸς ἡσυχία καὶ ταῦτα λέγοι, « ἀχάριστος εἶ καὶ πονηρός, ὦ Χίων, καὶ οὔτε τῶν καλῶν ἐκείνων μαθημάτων οὔτε ὅλως σεαυτοῦ μνήμην ἔχεις. ἐμοὶ χρώμενος δικαιοσύνην ἤσκησας καὶ σωφροσύνην ἐκτήσω καὶ θεὸν ἔμαθες καὶ τὴν σεαυτοῦ πρὸς αὐτὸν συγγένειαν ἀνενεώσω καὶ τῶν ταπεινοτέρων τούτων, θαυμαστῶν δὲ τοῖς ἄλλοις κατεφρόνησας, φιλοτιμίας καὶ πλούτου καὶ ὅσα τούτοις ὅμοια. εἶτα νῦν, ὅτε ἀποδιδόναι σε δεῖ τὴν χάριν μείζονι ἤδη νόμῳ καὶ κρείττονι ψυχῇ συνόντα μοι καὶ διαλεγόμενον, ἀπολείψεις με οὐδὲ μεμνημένος, ὅτι οὐ τὰ ἄλλα μόνον ἐκ φιλοσοφίας ἔμαθες, ἀλλὰ καὶ τὸ ζητεῖν δεξιῶς ἃ μήπω σἶδας. καὶ πῶς ἂν σύ γε ζητήσειας ἢ εὕροις ἐμοῦ στερόμενος; »

(9) ταῦτ’ εἰ λέγοι, τί ἂν ἀποκριναίμην πρὸς αὐτὴν δίκαιον; ἐγὼ μὲν γὰρ οὐδὲν ὁρῶ. ἀλλὰ μὴν εὖ ἴσθι, ὡς ἐγὼ ταῦτα πρὸς ἐμαυτὸν ἀεὶ λέγω (λέγει γὰρ ἕκαστος πρὸς ἑαυτὸν ἃ φρονεῖ ) καὶ οὐκ ἄν ποτε αὐτῶν ἀπολειφθείην. ὥστε οὐδέν σοι δέος ἐξ ἡμῶν εὔλογον· οὐδὲ γὰρ οὐδ’ ἅψεται τῶν σῶν πραγμάτων ἡ ἐμὴ ἡσυχία.