Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἐκομισάμην παρὰ Βιάνορος τὴν ἐπιστολήν, ἐν ᾗ με ἀνακομίζεσθαι παρεκάλεις· ἱκανὸν γὰρ εἶναι πρὸς ἡντινοῦν ἀποδημίαν πέντε ἐτῶν χρόνον, ἕκτου δὲ τὴν ἐμὴν ξενιτείαν ἄρχεσθαι. ἐμὲ δὲ ὅσος μὲν πόθος ἔχει καὶ ὑμῶν καὶ τῆς πατρίδος, αὐτοὶ σαφῶς ἴστε· ἔοικε δ’ οὖν αὐτὸς οὗτος ὁ πόθος καὶ βιάζεσθαί με πλείω χρόνον διατρίβειν Ἀθήνησιν· ὠφελιμώτερος γὰρ εἶναι οἷς συμπαθῶ βούλομαι, τοῦτο δὲ τὸ κράτος μόνη ἔχει φιλοσοφία. πενταετὴς δὲ χρόνος, ὦ πάτερ, οὐχ ὅπως φιλοσοφοῦσιν ἀπαρκεῖν ἔμοιγε φαίνεται, ἀλλ’ οὐδὲ τοῖς ἐμπορευομένοις ἐπιμελέστερον. καίτοιγε οἳ μὲν ἐπὶ τὰ εὐτελέστατα στέλλονται, ἡμεῖς δὲ ἀρετὴν ἐμπορευόμεθα οὐδενὸς ἄλλου πλὴν φύσεως καὶ φιλοπονίας καὶ χρόνου ὤνιον. ὧν τὰ μὲν οὐ παντελῶς ἡμῶν ἀπολείπεται, χρόνου μέντοι δεόμεθα. διατρίψαντες οὖν ἄλλην πενταετίαν ἀναστρέψομεν θεοῦ γε σώζοντος. σὲ δέ, ᾧ λογισμῷ ἐκπέμπων ἡμᾶς ὑπέμενες, τούτῳ χρὴ καὶ χρονιζόντων μὴ ἄχθεσθαι, καὶ ταῦτα εἰδότα ὡς οὐχὶ τὸ ἐκπλεῦσαι ἐπὶ παιδείαν ἀγαθοὺς ποιεῖ, τὸ δὲ χρονίσαι περὶ παιδείαν σπουδάζοντας.

Πρότερον μέν, ὥσπερ ἔγραφόν σοι, δεκαετίαν ἐκπληρώσας, πληρώσας, οὕτως ἐπανέρχεσθαι πρὸς ὑμᾶς ἐβουλόμην, νὖν δὲ ἀκούσας τὴν τυραννίδα οὐκ ἂν ἔτι ὑπομείναιμι ἐν ἀσφαλεστέρῳ τῶν πολιτῶν εἶναι, ἀλλ’ ᾗ ἂν ἄρξῃ τὸ ἔαρ, πλευσοῦμαι θεοῦ σώζοντος (νῦν μὲν γὰρ μεσοῦντος ἔτι τοῦ χειμῶνος οὐκ ἐδυνάμην), ἐπεὶ καὶ τελέως ἄτοπον ὁμοίους ἡμᾶς εἶναι τοῖς ἐπειδάν τι ταραχθῇ τῆς πατρίδος ἀποδιδράσκουσιν ὅπῃ ἂν τύχῃ, ἀλλὰ μὴ τότε μάλιστα παρεῖναι, ὅτε ἀνδρῶν ὠφελησόντων δεῖται. εἰ δὲ καὶ παντάπασιν ἐν ἀδυνάτῳ εἴη τὸ ὠφελεῖν, τὸ γοῦν μετέχειν βλάβης ἑκόντα ἀρετῇ μὲν παραπλήσιόν μοι δοκεῖ, χάρις δὲ ἴσως ἐνδεεστέρα. θαρραλεώτερον δέ σοι γέγραφα, ἐπεὶ καὶ Λῦσις τὴν ἐπιστολὴν ἐκόμιζεν.

Ὄντως Κλέαρχος, ὥς μοι ἔγραφες, οὐχ οὕτως Σειληνὸν δέδοικε κατειληφότα αὐτοῦ τὸ φρούριον ὡς ἡμᾶς φιλοσοφοῦντας. ἐπ’ ἐκεῖνον μέν γε οὐκ ἀπέστειλε τέως τοὺς πολιορκήσοντας, ὡς πυνθάνομαι, ἐπ’ ἐμὲ δὲ ἧκε Κότυς Θρᾴξ, δορυφόρος αὐτοῦ γενόμενος (ἔγνων γὰρ μετὰ ταῦτα), καὶ μικρὸν ὕστερον ἢ γραφῆναί σοι τὴν περὶ τῆς νόσου παρ’ ἡμῶν ἐπιστολὴν ἐπεχείρησεν (ἀνειλήφειν δὲ ἐμαυτὸν ἱκανῶς ἤδη), καί μοι περὶ

ἕκτην ὥραν μόνῳ περιπατοῦντι ἐν τῷ ᾠδείῳ καὶ περί τινος σκέμματος φροντίζοντι αἰφνιδίως προσῇξεν.

(2) ἐγὼ δ’ εὐθέως μὲν ὑπενόησα ὅπερ ἦν· ὡς δὲ ξιφίδιόν τι ὁρῶ κακῶς μεταλαμβάνοντα, βοήσας τε αὐτὸν ἐξέπληξα καὶ προσδραμὼν τὴν δεξιὰν αὐτοῦ μετειληφότος ἤδη τὸ ἐγχειρίδιον καταλαμβάνω, καὶ τὸ λοιπὸν δὴ λακτίζων καὶ περιαγνύων τὸν βραχίονα ἐξέβαλον αὐτοῦ τὸ ξίφος, καὶ ἐτρώθην μὲν κατενεχθέντος αὐτοῦ ἐπὶ τὸν πόδα, οὐ χαλεπῶς δὲ ὅμως. ἐκ τούτου δὴ ἰλιγγιῶντα ἔδησα τῷ ἰδίῳ ζώματι, ἀποστρέψας εἰς τοὐπίσω τὼ χεῖρε, καὶ πρὸς τοὺς στρατηγοὺς ἄγω. κἀκεῖνος μὲν ἔτισε δίκην, ἐγὼ δὲ οὐδὲν δειλότερος εἰς τὸν πλοῦν γέγονα, ἀλλὰ τῶν ἐτησίων παυσαμένων ὅπως ἂν ἔχω πλεύσομαι· ἄτοπον γὰρ τυραννουμένης τῆς πατρίδος ἡμᾶς δημοκρατεῖσθαι.

(3) καὶ τὰ μὲν ἐμά, ὡς ἂν ἔχῃ, ἀσφαλῶς ἔχει· ἀγαθὸς γὰρ καὶ ζῶν καὶ ἀποθνήσκων ἔσομαι. ὅπως δέ τι καὶ ὑπὲρ τῆς πατρίδος πολιτευώμεθα, πεῖθε τὸν Κλέαρχον, ὅτι φιλοσοφήσαντες ἡσυχίας γλιχόμεθα καὶ τελέως ἀπολίτευτοι τὰς ψυχὰς ἐσμέν· ταῦτα δὲ καὶ διὰ Νύμφιδος πεῖθε αὐτόν, ὃς ἡμῖν μὲν φίλος, ἐκείνῳ δὲ καὶ συγγενής ἐστιν· οὕτως γὰρ ἂν πορρωτάτω πάσης ὑποψίας ἀπάγοιτο. ἀπροκαλύπτως δέ σοι γράφομεν, ἐπεὶ καὶ πιστοῖς ἐπιτιθέμεθα ἀνδράσι τὰς ἐπιστολὰς καὶ Κλέαρχος, ὡς ἐδήλους καλῶς ποιῶν, περὶ γοῦν ταῦτα οὐ πολυπραγμονεῖ.