Fragmenta

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. Ἕσπερε, τᾶς ἐρατᾶς χρύσεον φάος Ἀφρογενείας,
  2. Ἕσπερε κυανέας ἱερὸν φίλε νυκτὸς ἄγαλμα,
  3. τόσσον ἀφαυρότερος μήνας, ὅσον ἔξοχος ἄστρων,
  4. χαῖρε φίλος, καί μοι ποτὶ ποιμένα κῶμον ἄγοντι
  5. ἀντὶ σελαναίας τὺ δίδου φάος, ὥνεκα τήνα
  6. σάμερον ἀρχομένα τάχιον δύεν. οὐκ ἐπὶ φωρὰν
  7. ἔρχομαι, οὐδ’ ἵνα νυκτὸς ὁδοιπορέοντας ἐνοχλέω·
  8. ἀλλ’ ἐράω· καλὸν δέ τ’ ἐρασσαμένω συναρέσθαι.