Fragmenta

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. Ὄλβιοι οἱ φιλέοντες, ἐπὴν ἴσον ἀντεράωνται.
  2. ὄλβιος ἦν Θησεὺς τῶ Πειριθόω παρεόντος,
  3. εἰ καὶ ἀμειλίκτοιο κατήλυθεν εἰς Ἀΐδαο.
  4. ὄλβιος ἦν χαλεποῖσιν ἐν Ἀξείνοισιν Ὀρέστας,
  5. ὥνεκά οἱ ξυνὰς Πυλάδας ᾅρητο κελεύθως.
  6. ἦν μάκαρ Αἰακίδας ἑτάρω ζώοντος Ἀχιλλεύς·
  7. ὄλβιος ἦν θνᾴσκων, ὅτι οἱ μόρον αἰνὸν ἄμυνεν.