Fragmenta

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. --- Οὐκ οἶδ᾽, οὐδ’ ἐπέοικεν ἃ μὴ μάθομες πονέεσθαι.
  2. εἴ μοι καλὰ πέλει τὰ μελύδρια, καὶ τάδε μῶνα
  3. κῦδος ἐμοὶ θήσοντι, τά μοι πάρος ὤπασε Μοῖρα·
  4. εἰ δ’ οὐχ ἁδέα ταῦτα, τί μοι ποτὶ πλείονα μοχθεῖν;
  5. εἰ μὲν γὰρ βιότω διπλόον χρόνον ἄμμιν ἔδωκεν
  6. ἢ Κρονίδας ἢ Μοῖρα πολύτροπος, ὥστ’ ἀνύεσθαι
  7. τὸν μὲν ἐς εὐφροσύναν καὶ χάρματα, τὸν δ’ ἐπὶ μόχθῳ,
  8. ἦν τάχα μοχθήσαντί ποθ’ ὕστερον ἐσθλὰ δέχεσθαι.
  9. εἰ δὲ θεοὶ κατένευσαν ἕνα χρόνον ἐς βίον ἐλθεῖν
  10. ἀνθρώποις, καὶ τόνδε βραχὺν καὶ μείονα πάντων,
  11. ἐς πόσον ἆ δειλοὶ καμάτως κεἰς ἔργα πονεῦμες,
  12. ψυχὰν δ’ ἄχρι τίνος ποτὶ κέρδεα καὶ ποτὶ τέχνας
  13. βάλλομες, ἱμείροντες ἀεὶ πολὺ πλείονος ὄλβω;
  14. λαθόμεθ’ ἦ ἄρα πάντες, ὅτι θνατοὶ γενόμεσθα,
  15. χὠς βραχὺν ἐκ Μοίρας λάχομες χρόνον;---