Fragmenta
Bion of Phlossa
Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- Ταὶ Μοῖσαι τὸν Ἔρωτα τὸν ἄγριον οὐ φοβέονται
- ἐκ θυμῶ δὲ φιλεῦντι καὶ ἐκ ποδὸς αὐτῷ ἕπονται.
- κἢν μὲν ἄρα ψυχάν τις ἔχων ἀνέραστον ἀείδῃ,
- τῆνον ὑπεκφεύγοντι καὶ οὐκ ἐθέλοντι διδάσκειν·
- ἢν δὲ νόον τις Ἔρωτι δονεύμενος ἁδὺ μελίσδῃ,
- ἐς τῆνον μάλα πᾶσαι ἐπειγόμεναι προρέοντι.
- μάρτυς ἐγών, ὅτι μῦθος ὅδ’ ἔπλετο πᾶσιν ἀλαθής.
- ἢν μὲν γὰρ βροτὸν ἄλλον ἢ ἀθανάτων τινὰ μέλπω,
- βαμβαίνει μοι γλῶσσα καὶ ὡς πάρος οὐκέτ’ ἀείδει·
- ἢν δ’ αὖτ’ ἐς τὸν Ἔρωτα καὶ ἐς Λυκίδαν τι μελίσδω,
- καὶ τόκα μοι χαίροισα διὰ στόματος ῥέει αὐδά.