Fragmenta

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. Ἅμερε Κυπρογένεια, Διὸς τέκος ἠὲ θαλάσσας,
  2. τίπτε τόσον θνατοῖσι καὶ ἀθανάτοισι χάλεπτες;
  3. τυτθὸν ἔφαν· τί νυ τόσσον ἀπήχθεο καὶ τεῒν αὐτᾷ,
  4. ταλίκον ὡς πάντεσσι κακὸν τὸν Ἔρωτα τεκέσθαι,
  5. ἄγριον, ἄστοργον, μορφᾷ νόον οὐδὲν ὁμοῖον;
  6. ἐς τί δέ νιν πτανὸν καὶ ἑκαβόλον ὤπασας ἦμεν,
  7. ὡς μὴ πικρὸν ἐόντα δυναίμεθα τῆνον ἀλύξαι;