Epithalamium Achillis et Deidameiae

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. ἠείδη κατὰ παστὸν Ἀχιλλέα Δηϊδάμεια.
ΛΥΚΙΔΑΣ
  1. Ἅρπασε τὰν Ἑλέναν πόθ’ ὁ βουκόλος, ἆγε δ’ ἐς Ἴδαν,
  2. Οἰνώνᾳ κακὸν ἄλγος. ἐχώσατο δ’ ἁ Λακεδαίμων,
  3. πάντα δὲ λαὸν ἄγειρεν Ἀχαϊκόν, οὐδέ τις Ἕλλην
  4. οὔτε Μυκηναίων οὔτ’ Ἤλιδος οὔτε Λακώνων,
  5. μεῖνεν ἑὸν κατὰ δῶμα φυγὼν δύστανον Ἄρηα.
  6. λάνθανε δ’ ἐν κώραις Λυκομηδίσι μοῦνος Ἀχιλλεύς,
  7. εἴρια δ’ ἀνθ’ ὅπλων ἐδιδάσκετο, καὶ χερὶ λευκᾷ
  8. παρθενικὸν κόπον εἶχεν, ἐφαίνετο δ’ ἠΰτε κώρα·
  9. καὶ γὰρ ἴσον τήναις θηλύνετο, καὶ τόσον ἄνθος
  10. χιονέαις πόρφυρε παρηίσι, καὶ τὸ βάδισμα
  11. παρθενικῆς ἐβάδιζε, κόμας δ’ ἐπύκαζε καλύπτρᾳ.