Epithalamium Achillis et Deidameiae
Bion of Phlossa
Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- ἠείδη κατὰ παστὸν Ἀχιλλέα Δηϊδάμεια.
- Ἅρπασε τὰν Ἑλέναν πόθ’ ὁ βουκόλος, ἆγε δ’ ἐς Ἴδαν,
- Οἰνώνᾳ κακὸν ἄλγος. ἐχώσατο δ’ ἁ Λακεδαίμων,
- πάντα δὲ λαὸν ἄγειρεν Ἀχαϊκόν, οὐδέ τις Ἕλλην
- οὔτε Μυκηναίων οὔτ’ Ἤλιδος οὔτε Λακώνων,
- μεῖνεν ἑὸν κατὰ δῶμα φυγὼν δύστανον Ἄρηα.
- λάνθανε δ’ ἐν κώραις Λυκομηδίσι μοῦνος Ἀχιλλεύς,
- εἴρια δ’ ἀνθ’ ὅπλων ἐδιδάσκετο, καὶ χερὶ λευκᾷ