Epithalamium Achillis et Deidameiae
Bion of Phlossa
Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- ἤσθιε δ’ οὐκ ἄλλᾳ σὺν ὁμάλικι, πάντα δ’ ἐποίει
- σπεύδων κοινὸν ἐς ὕπνον. ἔλεξέ νυ καὶ λόγον αὐτᾷ·
- ἅλλαι μὲν κνώσσουσι σὺν ἀλλάλαισιν ἀδελφαί,
- αὐτὰρ ἐγὼ μώνα, μώνα δὲ σὺ νύμφα καθεύδεις.
- αἱ δύο παρθενικαὶ συνομάλικες, αἱ δύο καλαί·
- ἀλλὰ μόναι κατὰ λέκτρα καθεύδομες· ἁ δὲ πονηρὰ
- Νυσαία δολία με κακῶς ἀπὸ σεῖο μερίσδει.
- οὐ γὰρ ἐγὼ σέο ...