Epitaphius Adonis

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. Ὑμὴν οὐκέτ’ ἀείδει ἑὸν μέλος, ἀλλ’ ἐπαείδει
  2. αἰαῖ καὶ τὸν Ἄδωνιν ἔτι πλέον ἢ Ὑμέναιον.
  3. αἱ Χάριτες κλαίοντι τὸν υἱέα τῶ Κινύραο,
  4. ὤλετο καλὸς Ἄδωνις ἐν ἀλλάλαισι λέγουσαι.
  5. αἰαῖ δ’ ὀξὺ λέγοντι πολὺ πλέον ἢ Παιῶνα.
  6. χαἰ Μοῖραι τὸν Ἄδωνιν ἀνακλείουσιν Ἄδωνιν,
  7. καί νιν ἐπαείδουσιν· ὃ δέ σφισιν οὐχ ὑπακούει·
  8. οὐ μὰν οὐκ ἐθέλει, Κώρα δέ νιν οὐκ ἀπολύει.