Epitaphius Adonis

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. βάλλε δέ νιν στεφάνοισι καὶ ἄνθεσι· πάντα σὺν αὐτῷ,
  2. ὡς τῆνος τέθνακε καὶ ἄνθεα πάντα θανόντων.
  3. ῥαῖνε δέ νιν Συρίοισιν ἀλείφασι, ῥαῖνε μύροισιν·
  4. ὀλλύσθω μύρα πάντα· τὸ σὸν μύρον ὤλετ’ Ἄδωνις.
  5. κέκλιται ἁβρὸς Ἄδωνις ἐν εἵμασι πορφυρέοισιν·
  6. ἀμφὶ δέ νιν κλαίοντες ἀναστενάχουσιν Ἔρωτες
  7. κειράμενοι χαίτας ἐπ’ Ἀδώνιδι· χὢ μὲν ὀϊστώς,
  8. ὃς δ’ ἐπὶ τόξον ἔβαλλεν, ὃ δὲ πτερόν, ὃς δὲ φαρέτραν·
  9. χὢ μὲν ἔλυσε πέδιλον Ἀδώνιδος, οἳ δὲ λέβητι
  10. χρυσείῳ φορέουσιν ὕδωρ, ὃ δὲ μηρία λούει,
  11. ὃς δ’ ὄπιθεν πτερύγεσσιν ἀναψύχει τὸν Ἄδωνιν.
  12. αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες.
  13. ἔσβεσε λαμπάδα πᾶσαν ἐπὶ φλιαῖς Ὑμέναιος,
  14. καὶ στέφος ἐξεπέτασσε γαμήλιον· οὐκέτι δ’ Ὑμήν,
  15. Ὑμὴν οὐκέτ’ ἀείδει ἑὸν μέλος, ἀλλ’ ἐπαείδει
  16. αἰαῖ καὶ τὸν Ἄδωνιν ἔτι πλέον ἢ Ὑμέναιον.
  17. αἱ Χάριτες κλαίοντι τὸν υἱέα τῶ Κινύραο,
  18. ὤλετο καλὸς Ἄδωνις ἐν ἀλλάλαισι λέγουσαι.
  19. αἰαῖ δ’ ὀξὺ λέγοντι πολὺ πλέον ἢ Παιῶνα.
  20. χαἰ Μοῖραι τὸν Ἄδωνιν ἀνακλείουσιν Ἄδωνιν,
  21. καί νιν ἐπαείδουσιν· ὃ δέ σφισιν οὐχ ὑπακούει·
  22. οὐ μὰν οὐκ ἐθέλει, Κώρα δέ νιν οὐκ ἀπολύει.
  23. λῆγε γόων Κυθέρεια τὸ σάμερον, ἴσχεο κομμῶν·