Epitaphius Adonis

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. αἷμα ῥόδον τίκτει, τὰ δὲ δάκρυα τὰν ἀνεμώναν.
  2. αἰάζω τὸν Ἄδωνιν, ἀπώλετο καλὸς Ἄδωνις.
  3. μηκέτ’ ἐνὶ δρυμοῖσι τὸν ἀνέρα μύρεο Κύπρι.
  4. οὐκ ἀγαθὰ στιβάς ἐστιν Ἀδώνιδι φυλλὰς ἐρήμα·
  5. λέκτρον ἔχοι Κυθέρεια τὸ σὸν καὶ νεκρὸς Ἄδωνις.
  6. καὶ νέκυς ὢν καλός ἐστι, καλὸς νέκυς, οἷα καθεύδων.
  7. κάτθεό νιν μαλακοῖς ἐνὶ φάρεσιν οἷς ἐνίαυεν,
  8. ᾧ μετὰ τεῦς ἀνὰ νύκτα τὸν ἱερὸν ὕπνον ἐμόχθει
  9. παγχρυσέῳ κλιντῆρι· ποθεῖ καὶ στυμνὸν Ἄδωνιν.
  10. βάλλε δέ νιν στεφάνοισι καὶ ἄνθεσι· πάντα σὺν αὐτῷ,
  11. ὡς τῆνος τέθνακε καὶ ἄνθεα πάντα θανόντων.
  12. ῥαῖνε δέ νιν Συρίοισιν ἀλείφασι, ῥαῖνε μύροισιν·
  13. ὀλλύσθω μύρα πάντα· τὸ σὸν μύρον ὤλετ’ Ἄδωνις.
  14. κέκλιται ἁβρὸς Ἄδωνις ἐν εἵμασι πορφυρέοισιν·
  15. ἀμφὶ δέ νιν κλαίοντες ἀναστενάχουσιν Ἔρωτες
  16. κειράμενοι χαίτας ἐπ’ Ἀδώνιδι· χὢ μὲν ὀϊστώς,
  17. ὃς δ’ ἐπὶ τόξον ἔβαλλεν, ὃ δὲ πτερόν, ὃς δὲ φαρέτραν·
  18. χὢ μὲν ἔλυσε πέδιλον Ἀδώνιδος, οἳ δὲ λέβητι
  19. χρυσείῳ φορέουσιν ὕδωρ, ὃ δὲ μηρία λούει,
  20. ὃς δ’ ὄπιθεν πτερύγεσσιν ἀναψύχει τὸν Ἄδωνιν.