Epitaphius Adonis

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. ἐκ δὲ πίω τὸν ἔρωτα, φίλημα δὲ τοῦτο φυλάξω
  2. ὡς αὐτὸν τὸν Ἄδωνιν, ἐπεὶ σύ με δύσμορε φεύγεις,
  3. φεύγεις μακρὸν Ἄδωνι, καὶ ἔρχεαι εἰς Ἀχέροντα
  4. πὰρ στυγνὸν βασιλῆα καὶ ἄγριον, ἁ δὲ τάλαινα
  5. ζώω καὶ θεὸς ἐμμὶ καὶ οὐ δύναμαί σε διώκειν.