Epitaphius Adonis
Bion of Phlossa
Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- ὡς ἴδε φοίνιον αἷμα μαραινομένῳ περὶ μηρῷ,
- πάχεας ἀμπετάσασα κινύρετο· ‘μεῖνον Ἄδωνι,
- δύσποτμε μεῖνον Ἄδωνι, πανύστατον ὥς σε κιχείω,
- ὥς σε περιπτύξω καὶ χείλεα χείλεσι μίξω.
- ἔγρεο τυτθὸν Ἄδωνι, τὸ δ’ αὖ πύματόν με φίλησον,
- τοσσοῦτόν με φίλησον, ὅσον ζώῃ τὸ φίλημα,
- ἄχρις ἀποψύχῃς ἐς ἐμὸν στόμα κεἰς ἐμὸν ἧπαρ
- πνεῦμα τεὸν ῥεύσῃ, τὸ δέ σευ γλυκὺ φίλτρον ἀμέλξω,
- ἐκ δὲ πίω τὸν ἔρωτα, φίλημα δὲ τοῦτο φυλάξω
- ὡς αὐτὸν τὸν Ἄδωνιν, ἐπεὶ σύ με δύσμορε φεύγεις,
- φεύγεις μακρὸν Ἄδωνι, καὶ ἔρχεαι εἰς Ἀχέροντα
- πὰρ στυγνὸν βασιλῆα καὶ ἄγριον, ἁ δὲ τάλαινα
- ζώω καὶ θεὸς ἐμμὶ καὶ οὐ δύναμαί σε διώκειν.
- λάμβανε Περσεφόνα τὸν ἐμὸν πόσιν· ἐσσὶ γὰρ αὐτὰ
- πολλὸν ἐμεῦ κρέσσων, τὸ δὲ πᾶν καλὸν ἐς σὲ καταρρεῖ·
- ἐμμὶ δ’ ἐγὼ πανάποτμος, ἔχω δ’ ἀκόρεστον ἀνίαν,
- καὶ κλαίω τὸν Ἄδωνιν, ὅ μοι θάνε, καί σε φοβεῦμαι.
- θνᾴσκεις ὦ τριπόθητε, πόθος δέ μοι ὡς ὄναρ ἔπτα,
- χήρα δ’ ἁ Κυθέρεια, κενοὶ δ’ ἀνὰ δώματ’ Ἔρωτες.
- σοὶ δ’ ἅμα κεστὸς ὄλωλε. τί γὰρ τολμηρὲ κυνάγεις;