Epitaphius Adonis

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. ἔγρεο δειλαία, κυανόστολα καὶ πλατάγησον
  2. στήθεα καὶ λέγε πᾶσιν ἀπώλετο καλὸς Ἄδωνις.
  3. αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες.
  4. κεῖται καλὸς Ἄδωνις ἐν ὤρεσι μηρὸν ὀδόντι,
  5. λευκῷ λευκὸν ὀδόντι τυπείς, καὶ Κύπριν ἀνιῇ
  6. λεπτὸν ἀποψύχων· τὸ δέ οἱ μέλαν εἴβεται αἷμα
  7. χιονέας κατὰ σαρκός, ὑπ’ ὀφρύσι δ’ ὄμματα ναρκῇ,
  8. καὶ τὸ ῥόδον φεύγει τῶ χείλεος· ἀμφὶ δὲ τήνῳ
  9. θνᾴσκει καὶ τὸ φίλημα, τὸ μήποτε Κύπρις ἀνοίσει.
  10. Κύπριδι μὲν τὸ φίλημα καὶ οὐ ζώοντος ἀρέσκει,
  11. ἀλλ’ οὐκ οἶδεν Ἄδωνις, ὅ νιν θνᾴσκοντ’ ἐφίλησεν.