Epitaphius Adonis

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. Κύπριδος αἰνὸν ἔρωτα τίς οὐκ ἔκλαυσεν ἂν αἰαῖ;
  2. ὡς ἴδεν, ὡς ἐνόησεν Ἀδώνιδος ἄσχετον ἕλκος,
  3. ὡς ἴδε φοίνιον αἷμα μαραινομένῳ περὶ μηρῷ,
  4. πάχεας ἀμπετάσασα κινύρετο· ‘μεῖνον Ἄδωνι,
  5. δύσποτμε μεῖνον Ἄδωνι, πανύστατον ὥς σε κιχείω,
  6. ὥς σε περιπτύξω καὶ χείλεα χείλεσι μίξω.
  7. ἔγρεο τυτθὸν Ἄδωνι, τὸ δ’ αὖ πύματόν με φίλησον,
  8. τοσσοῦτόν με φίλησον, ὅσον ζώῃ τὸ φίλημα,
  9. ἄχρις ἀποψύχῃς ἐς ἐμὸν στόμα κεἰς ἐμὸν ἧπαρ
  10. πνεῦμα τεὸν ῥεύσῃ, τὸ δέ σευ γλυκὺ φίλτρον ἀμέλξω,
  11. ἐκ δὲ πίω τὸν ἔρωτα, φίλημα δὲ τοῦτο φυλάξω