Epitaphius Adonis

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. πάντας ἀνὰ κναμώς, ἀνὰ πᾶν νάπος οἰκτρὸν ἀείδει
  2. αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.
  3. Ἀχὼ δ’ ἀντεβόασεν ἀπώλετο καλὸς Ἄδωνις.
  4. Κύπριδος αἰνὸν ἔρωτα τίς οὐκ ἔκλαυσεν ἂν αἰαῖ;
  5. ὡς ἴδεν, ὡς ἐνόησεν Ἀδώνιδος ἄσχετον ἕλκος,
  6. ὡς ἴδε φοίνιον αἷμα μαραινομένῳ περὶ μηρῷ,
  7. πάχεας ἀμπετάσασα κινύρετο· ‘μεῖνον Ἄδωνι,
  8. δύσποτμε μεῖνον Ἄδωνι, πανύστατον ὥς σε κιχείω,
  9. ὥς σε περιπτύξω καὶ χείλεα χείλεσι μίξω.