Epitaphius Adonis

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. μεῖζον δ’ ἁ Κυθέρεια φέρει ποτικάρδιον ἕλκος.
  2. τῆνον μὲν περὶ παῖδα φίλοι κύνες ὠδύραντο
  3. καὶ Νύμφαι κλαίουσιν ὀρειάδες· ἁ δ’ Ἀφροδίτα
  4. λυσαμένα πλοκαμῖδας ἀνὰ δρυμὼς ἀλάληται
  5. πενθαλέα νήπλεκτος ἀσάνδαλος· αἱ δὲ βάτοι νιν
  6. ἐρχομέναν κείροντι καὶ ἱερὸν αἷμα δρέπονται·
  7. ὀξὺ δὲ κωκύουσα δι’ ἄγκεα μακρὰ φορεῖται
  8. Ἀσσύριον βοόωσα πόσιν καὶ παῖδα καλεῦσα.