Epitaphius Adonis

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. ἄγριον ἄγριον ἕλκος ἔχει κατὰ μηρὸν Ἄδωνις·
  2. μεῖζον δ’ ἁ Κυθέρεια φέρει ποτικάρδιον ἕλκος.
  3. τῆνον μὲν περὶ παῖδα φίλοι κύνες ὠδύραντο
  4. καὶ Νύμφαι κλαίουσιν ὀρειάδες· ἁ δ’ Ἀφροδίτα
  5. λυσαμένα πλοκαμῖδας ἀνὰ δρυμὼς ἀλάληται