Epitaphius Adonis
Bion of Phlossa
Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- Αἰάζω τὸν Ἄδωνιν· ἀπώλετο καλὸς Ἄδωνις·
- ὤλετο καλὸς Ἄδωνις ἐπαιάζουσιν Ἔρωτες.
- μηκέτι πορφυρέοις ἐνὶ φάρεσι Κύπρι κάθευδε·
- ἔγρεο δειλαία, κυανόστολα καὶ πλατάγησον
- στήθεα καὶ λέγε πᾶσιν ἀπώλετο καλὸς Ἄδωνις.
- αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες.
- κεῖται καλὸς Ἄδωνις ἐν ὤρεσι μηρὸν ὀδόντι,
- λευκῷ λευκὸν ὀδόντι τυπείς, καὶ Κύπριν ἀνιῇ
- λεπτὸν ἀποψύχων· τὸ δέ οἱ μέλαν εἴβεται αἷμα
- χιονέας κατὰ σαρκός, ὑπ’ ὀφρύσι δ’ ὄμματα ναρκῇ,
- καὶ τὸ ῥόδον φεύγει τῶ χείλεος· ἀμφὶ δὲ τήνῳ
- θνᾴσκει καὶ τὸ φίλημα, τὸ μήποτε Κύπρις ἀνοίσει.
- Κύπριδι μὲν τὸ φίλημα καὶ οὐ ζώοντος ἀρέσκει,
- ἀλλ’ οὐκ οἶδεν Ἄδωνις, ὅ νιν θνᾴσκοντ’ ἐφίλησεν.
- αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες.
- ἄγριον ἄγριον ἕλκος ἔχει κατὰ μηρὸν Ἄδωνις·
- μεῖζον δ’ ἁ Κυθέρεια φέρει ποτικάρδιον ἕλκος.
- τῆνον μὲν περὶ παῖδα φίλοι κύνες ὠδύραντο
- καὶ Νύμφαι κλαίουσιν ὀρειάδες· ἁ δ’ Ἀφροδίτα
- λυσαμένα πλοκαμῖδας ἀνὰ δρυμὼς ἀλάληται