Megara
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- ὡς δ’ ὄρνις δύρηται ἐπὶ σφετέροισι νεοσσοῖς
- ὀλλυμένοις, οὕστ’ αἰνὸς ὄφις ἔτι νηπιάχοντας
- θάμνοις ἐν πυκινοῖσι κατεσθίει· ἣ δὲ κατ’ αὐτοὺς
- πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,
- οὐδ’ ἄρ’ ἔχει τέκνοισιν ἐπαρκέσαι· ἦ γάρ οἱ αὐτῇ
- ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου·
- ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα
- μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
- ὥς γ’ ὄφελον μετὰ παισὶν ἅμα θνῄσκουσα καὶ αὐτὴ
- κεῖσθαι φαρμακόεντα δι’ ἥπατος ἰὸν ἔχουσα,
- Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.
- τῷ χ’ ἡμέας κλαύσαντε φίλῃσ’ ἐνὶ χερσὶ τοκῆες
- πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,
- καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων
- λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.
- νῦν δ’ οἳ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν
- Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες·
- αὐτὰρ ἐγὼ Τίρυνθα κάτα κραναὴν πόλιν Ἥρης
- πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ
- αἰὲν ὁμῶς· δακρύων δὲ παρεστί μοι οὐδ’ ἴ ἐρωή.