Epitaphius Bios
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
- ἀδόνες αἱ πυκινοῖσιν ὀδυρόμεναι ποτὶ φύλλοις,
- νάμασι τοῖς Σικελοῖς ἀγγείλατε τᾶς Ἀρεθοίσας,
- ὅττι Βίων τέθνακεν ὁ βουκόλος, ὅττι σὺν αὐτῷ
- καὶ τὸ μέλος τέθνακε καὶ ὤλετο Δωρὶς ἀοιδά.
- ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
- Στρυμόνιοι μύρεσθε παρ’ ὕδασιν αἴλινα κύκνοι,
- καὶ γοεροῖς στομάτεσσι μελίσδετε πένθιμον ᾠδάν,
- οἵαν ὑμετέροις ποτὶ χείλεσι γῆρας ἀείδει,
- εἴπατε δ’ αὖ κούραις Οἰαγρίσιν, εἴπατε πάσαις
- Βιστονίαις Νύμφαισιν ἀπώλετο Δώριος Ὀρφεύς.
- ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
- κεῖνος ὁ ταῖς ἀγέλαισιν ἐράσμιος οὐκέτι μέλπει,
- οὐκέτ’ ἐρημαίαισιν ὑπὸ δρυσὶν ἥμενος ᾅδει,
- ἀλλὰ παρὰ Πλουτῆϊ μέλος Ληθαῖον ἀείδει.
- ὤρεα δ’ ἐστὶν ἄφωνα, καὶ αἱ βόες αἱ ποτὶ ταύροις
- πλαζόμεναι γοάοντι καὶ οὐκ ἐθέλοντι νέμεσθαι.
- ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
- σεῖο Βίων ἔκλαυσε ταχὺν μόρον αὐτὸς Ἀπόλλων,
- καὶ Σάτυροι μύροντο μελάγχλαινοί τε Πρίηποι·
- καὶ Πᾶνες στοναχεῦντο τὸ σὸν μέλος, αἵ τε καθ’ ὕλαν
- Κρανίδες ὠδύραντο, καὶ ὕδατα δάκρυα γέντο.
- Ἀχὼ δ’ ἐν πέτραισιν ὀδύρεται, ὅττι σιωπῇ
- κοὐκέτι μιμεῖται τὰ σὰ χείλεα. σῷ δ’ ἐπ’ ὀλέθρῳ
- δένδρεα καρπὸν ἔριψε, τὰ δ’ ἄνθεα πάντ’ ἐμαράνθη.
- μάλων οὐκ ἔρρευσε καλὸν γλάγος, οὐ μέλι σίμβλων,
- κάτθανε δ’ ἐν κηρῷ λυπεύμενον· οὐκέτι γὰρ δεῖ
- τῶ μέλιτος τῶ σῶ τεθνακότος αὐτὸ τρυγᾶσθαι.
- ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
- οὐ τόσον εἰναλίαισι παρ’ ᾀόσι μύρατο Σειρήν,
- οὐδὲ τόσον ποκ’ ἄεισεν ἐνὶ σκοπέλοισιν Ἀηδών,
- οὐδὲ τόσον θρήνησεν ἀν’ ὤρεα μακρὰ Χελιδών,
- Ἀλκυόνος δ’ οὐ τόσσον ἐπ’ ἄλγεσιν ἴαχε Κῆϋξ,
- οὐδὲ τόσον γλαυκοῖς ἐνὶ κύμασι κηρύλος ᾆδεν,
- οὐ τόσον ἀῴοισιν ἐν ἄγκεσι παῖδα τὸν Ἀοῦς
- ἱπτάμενος περὶ σᾶμα κινύρατο Μέμνονος ὄρνις,
- ὅσσον ἀποφθιμένοιο κατωδύραντο Βίωνος.
- ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
- ἀδονίδες πᾶσαί τε χελιδόνες, ἅς ποκ’ ἔτερπεν,
- ἃς λαλέειν ἐδίδασκε, καθεζόμεναι ποτὶ πρέμνοις
- ἀντίον ἀλλάλαισιν ἐκώκυον· αἳ δ’ ὑπεφώνευν
- ὄρνιθες λυπεῖσθ’ αἱ πενθάδες· ἀλλὰ καὶ ἡμεῖς.
- ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
- τίς ποτε σᾷ σύριγγι μελίξεται ὦ τριπόθητε;
- τίς δ’ ἐπὶ σοῖς καλάμοις θήσει στόμα; τίς θρασὺς οὕτως;
- εἰσέτι γὰρ πνείει τὰ σὰ χείλεα καὶ τὸ σὸν ἆσθμα,
- ἀχὰ δ’ ἐν δονάκεσσι τεᾶς ἔτι βόσκετ’ ἀοιδᾶς.
- Πανὶ φέρω τὸ μέλισμα; τάχ’ ἂν καὶ κεῖνος ἐρεῖσαι
- τὸ στόμα δειμαίνοι, μὴ δεύτερα σεῖο φέρηται.
- ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
- κλαίει καὶ Γαλάτεια τὸ σὸν μέλος, ἅν ποκ’ ἔτερπες
- ἑζομέναν μετὰ σεῖο παρ’ ἀϊόνεσσι θαλάσσας.
- οὐ γὰρ ἴσον Κύκλωπι μελίσδεο· τὸν μὲν ἔφευγεν
- ἁ καλὰ Γαλάτεια, σὲ δ’ ἅδιον ἔβλεπεν ἅλμας.
- καὶ νῦν λασαμένα τῶ κύματος ἐν ψαμάθοισιν
- ἕζετ’ ἐρημαίαισι, βόας δ’ ἔτι σεῖο νομεύει.
- ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
- πάντα τοι ὦ βούτα συγκάτθανε δῶρα τὰ Μοισᾶν,
- παρθενικᾶν ἐρόεντα φιλήματα, χείλεα παίδων,
- καὶ στυμνοὶ περὶ σῶμα τεὸν κλαίουσιν Ἔρωτες.
- χἀ Κύπρις ποθέει σε πολὺ πλέον ἢ τὸ φίλημα,
- τὸ πρώαν τὸν Ἄδωνιν ἀποθνᾴσκοντα φίλησεν.
- τοῦτό τοι ὦ ποταμῶν λιγυρώτατε δεύτερον ἄλγος,
- τοῦτο, Μέλη, νέον ἄλγος. ἀπώλετο πρᾶν τοι Ὅμηρος,
- τῆνο τὸ Καλλιόπας γλυκερὸν στόμα, καί σε λέγοντι
- μύρασθαι καλὸν υἷα πολυκλαύτοισι ῥεέθροις,
- πᾶσαν δ’ ἔπλησας φωνᾶς ἅλα· νῦν πάλιν ἄλλον
- υἱέα δακρύεις, καινῷ δ’ ἐπὶ πένθεϊ τάκῃ.
- ἀμφότεροι παγαῖς πεφιλημένοι, ὃς μὲν ἔπινε
- Παγασίδος κράνας, ὃ δ’ ἔχεν πόμα τᾶς Ἀρεθοίσας.
- χὢ μὲν Τυνδαρέοιο καλὰν ἄεισε θύγατρα
- καὶ Θέτιδος μέγαν υἷα καὶ Ἀτρείδαν Μενέλαον·
- τῆνος δ’ οὐ πολέμους, οὐ δάκρυα, Πᾶνα δ’ ἔμελπε,
- καὶ βούτας ἐλίγαινε καὶ ἀείδων ἐνόμευε,
- καὶ σύριγγας ἔτευχε καὶ ἁδέα πόρτιν ἄμελγε,
- καὶ παίδων ἐδίδασκε φιλήματα, καὶ τὸν Ἔρωτα
- ἔτρεφεν ἐν κόλποισι καὶ ἤρεθε τὰν Ἀφροδίταν.
- ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
- πᾶσα Βίων θρηνεῖ σε κλυτὰ πόλις, ἄστεα πάντα.
- Ἄσκρα μὲν γοάει σε πολὺ πλέον Ἡσιόδοιο·
- Πίνδαρον οὐ ποθέοντι τόσον Βοιωτίδες ὗλαι·
- οὐ τόσον Ἀλκαίῳ περιμύρατο Λέσβος ἐραννά·
- οὐδὲ τόσον ὃν ἀοιδὸν ὀδύρατο Τήϊον ἄστυ·
- σὲ πλέον Ἀρχιλόχοιο ποθεῖ Πάρος· ἀντὶ δὲ Σαπφῶς
- εἰσέτι σεῦ τὸ μέλισμα κινύρεται ἁ Μιτυλάνα.
- εἶ δὲ Συρακοσίοισι Θεόκριτος· αὐτὰρ ἐγώ τοι
- Αὐσονικᾶς ὀδύνας μέλπω μέλος, οὐ ξένος ᾠδᾶς
- βουκολικᾶς, ἀλλ’ ἅντε διδάξαο σεῖο μαθητὰς
- κλαρονόμος Μοίσας τᾶς Δωρίδος, ᾇ με γεραίρων
- ἄλλοις μὲν τεὸν ὄλβον, ἐμοὶ δ’ ἀπέλειπες ἀοιδάν.
- ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
- αἰαῖ ταὶ μαλάχαι μέν, ἐπὰν κατὰ κᾶπον ὄλωνται,
- ἠδὲ τὰ χλωρὰ σέλινα τό τ’ εὐθαλὲς οὖλον ἄνηθον,
- ὕστερον αὖ ζώοντι καὶ εἰς ἔτος ἄλλο φύοντι·
- ἄμμες δ’ οἱ μεγάλοι καὶ καρτεροί, οἱ σοφοὶ ἄνδρες,
- ὁππότε πρᾶτα θάνωμες, ἀνάκοοι ἐν χθονὶ κοίλᾳ
- εὕδομες εὖ μάλα μακρὸν ἀτέρμονα νήγρετον ὕπνον.
- καὶ σὺ μὲν ὦν σιγᾷ πεπυκασμένος ἔσσεαι ἐν γᾷ,
- ταῖς Νύμφαισι δ’ ἔδοξεν ἀεὶ τὸν βάτραχον ᾅδειν.
- ταῖς δ’ ἐγὼ οὐ φθονέοιμι· τὸ γὰρ μέλος οὐ καλὸν ᾅδει.
- ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
- φάρμακον ἦλθε, Βίων, ποτὶ σὸν στόμα, φάρμακον ἦδες—
- τοιούτοις χείλεσσι ποτέδραμε κοὐκ ἐγλυκάνθη;
- τίς δὲ βροτὸς τοσσοῦτον ἀνάμερος ὡς κεράσαι τοι
- ἢ δοῦναι καλέοντι τὸ φάρμακον;—ἔκψυγεν ᾠδά.
- ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
- ἀλλὰ Δίκα κίχε πάντας. ἐγὼ δ’ ἐπὶ πένθεϊ τῷδε
- δακρυχέων τεὸν οἶτον ὀδύρομαι. εἰ δυνάμαν δέ,
- ὡς Ὀρφεὺς καταβὰς ποτὶ Τάρταρον, ὥς ποκ’ Ὀδυσσεύς,
- ὡς πάρος Ἀλκείδας, κἠγὼ τάχ’ ἂν ἐς δόμον ἦνθον
- Πλουτέος, ὥς κεν ἴδοιμι, καὶ εἰ Πλουτῆι μελίσδεις,
- ὡς ἂν ἀκουσαίμαν, τί μελίσδεαι. ἀλλ’ ἄγε Κώρᾳ
- Σικελικόν τι λίγαινε και ἁδύ τι βουκολιάζευ.
- καὶ κείνα Σικελά, καὶ ἐν Αἰτναίαισιν ἔπαιζεν
- ᾀόσι, καὶ μέλος οἶδε τὸ Δώριον· οὐκ ἀγέραστος
- ἐσσεῖθ’ ἁ μολπά. χὠς Ὀρφέϊ πρόσθεν ἔδωκεν
- ἁδέα φορμίζοντι παλίσσυτον Εὐρυδίκειαν,
- καὶ σὲ Βίων πέμψει τοῖς ὤρεσιν. εἰ δέ τι κἠγὼν
- συρίσδων δυνάμαν, παρὰ Πλουτέϊ κ’ αὐτὸς ἄειδον.