Epitaphius Bios

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. καὶ βούτας ἐλίγαινε καὶ ἀείδων ἐνόμευε,
  2. καὶ σύριγγας ἔτευχε καὶ ἁδέα πόρτιν ἄμελγε,
  3. καὶ παίδων ἐδίδασκε φιλήματα, καὶ τὸν Ἔρωτα
  4. ἔτρεφεν ἐν κόλποισι καὶ ἤρεθε τὰν Ἀφροδίταν.
  5. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
  6. πᾶσα Βίων θρηνεῖ σε κλυτὰ πόλις, ἄστεα πάντα.
  7. Ἄσκρα μὲν γοάει σε πολὺ πλέον Ἡσιόδοιο·
  8. Πίνδαρον οὐ ποθέοντι τόσον Βοιωτίδες ὗλαι·
  9. οὐ τόσον Ἀλκαίῳ περιμύρατο Λέσβος ἐραννά·
  10. οὐδὲ τόσον ὃν ἀοιδὸν ὀδύρατο Τήϊον ἄστυ·
  11. σὲ πλέον Ἀρχιλόχοιο ποθεῖ Πάρος· ἀντὶ δὲ Σαπφῶς
  12. εἰσέτι σεῦ τὸ μέλισμα κινύρεται ἁ Μιτυλάνα.
  13. εἶ δὲ Συρακοσίοισι Θεόκριτος· αὐτὰρ ἐγώ τοι
  14. Αὐσονικᾶς ὀδύνας μέλπω μέλος, οὐ ξένος ᾠδᾶς
  15. βουκολικᾶς, ἀλλ’ ἅντε διδάξαο σεῖο μαθητὰς
  16. κλαρονόμος Μοίσας τᾶς Δωρίδος, ᾇ με γεραίρων
  17. ἄλλοις μὲν τεὸν ὄλβον, ἐμοὶ δ’ ἀπέλειπες ἀοιδάν.
  18. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
  19. αἰαῖ ταὶ μαλάχαι μέν, ἐπὰν κατὰ κᾶπον ὄλωνται,
  20. ἠδὲ τὰ χλωρὰ σέλινα τό τ’ εὐθαλὲς οὖλον ἄνηθον,