Epitaphius Bios

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. οὐκέτ’ ἐρημαίαισιν ὑπὸ δρυσὶν ἥμενος ᾅδει,
  2. ἀλλὰ παρὰ Πλουτῆϊ μέλος Ληθαῖον ἀείδει.
  3. ὤρεα δ’ ἐστὶν ἄφωνα, καὶ αἱ βόες αἱ ποτὶ ταύροις
  4. πλαζόμεναι γοάοντι καὶ οὐκ ἐθέλοντι νέμεσθαι.
  5. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
  6. σεῖο Βίων ἔκλαυσε ταχὺν μόρον αὐτὸς Ἀπόλλων,
  7. καὶ Σάτυροι μύροντο μελάγχλαινοί τε Πρίηποι·
  8. καὶ Πᾶνες στοναχεῦντο τὸ σὸν μέλος, αἵ τε καθ’ ὕλαν
  9. Κρανίδες ὠδύραντο, καὶ ὕδατα δάκρυα γέντο.
  10. Ἀχὼ δ’ ἐν πέτραισιν ὀδύρεται, ὅττι σιωπῇ
  11. κοὐκέτι μιμεῖται τὰ σὰ χείλεα. σῷ δ’ ἐπ’ ὀλέθρῳ
  12. δένδρεα καρπὸν ἔριψε, τὰ δ’ ἄνθεα πάντ’ ἐμαράνθη.
  13. μάλων οὐκ ἔρρευσε καλὸν γλάγος, οὐ μέλι σίμβλων,
  14. κάτθανε δ’ ἐν κηρῷ λυπεύμενον· οὐκέτι γὰρ δεῖ
  15. τῶ μέλιτος τῶ σῶ τεθνακότος αὐτὸ τρυγᾶσθαι.
  16. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
  17. οὐ τόσον εἰναλίαισι παρ’ ᾀόσι μύρατο Σειρήν,
  18. οὐδὲ τόσον ποκ’ ἄεισεν ἐνὶ σκοπέλοισιν Ἀηδών,
  19. οὐδὲ τόσον θρήνησεν ἀν’ ὤρεα μακρὰ Χελιδών,
  20. Ἀλκυόνος δ’ οὐ τόσσον ἐπ’ ἄλγεσιν ἴαχε Κῆϋξ,