Epitaphius Bios

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. καὶ γοεροῖς στομάτεσσι μελίσδετε πένθιμον ᾠδάν,
  2. οἵαν ὑμετέροις ποτὶ χείλεσι γῆρας ἀείδει,
  3. εἴπατε δ’ αὖ κούραις Οἰαγρίσιν, εἴπατε πάσαις
  4. Βιστονίαις Νύμφαισιν ἀπώλετο Δώριος Ὀρφεύς.
  5. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
  6. κεῖνος ὁ ταῖς ἀγέλαισιν ἐράσμιος οὐκέτι μέλπει,
  7. οὐκέτ’ ἐρημαίαισιν ὑπὸ δρυσὶν ἥμενος ᾅδει,
  8. ἀλλὰ παρὰ Πλουτῆϊ μέλος Ληθαῖον ἀείδει.
  9. ὤρεα δ’ ἐστὶν ἄφωνα, καὶ αἱ βόες αἱ ποτὶ ταύροις
  10. πλαζόμεναι γοάοντι καὶ οὐκ ἐθέλοντι νέμεσθαι.
  11. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
  12. σεῖο Βίων ἔκλαυσε ταχὺν μόρον αὐτὸς Ἀπόλλων,
  13. καὶ Σάτυροι μύροντο μελάγχλαινοί τε Πρίηποι·
  14. καὶ Πᾶνες στοναχεῦντο τὸ σὸν μέλος, αἵ τε καθ’ ὕλαν